Κυριακή, 19 Νοεμβρίου 2017

Χαιρετισμοί εις τον Κύριον ημών Ιησούν Χριστόν







Χαιρετισμοί εις τον Κύριον ημών Ιησούν Χριστόν
Ποίημα του Αγίου Νικοδήμου του Αγιορείτου

Τους παρακάτω Χαιρετισμούς, τους παρουσιάζουμε κυρίως για μελέτη και όχι για λειτουργική χρήση αφού δεν γνωρίζουμε αν είναι εγκεκριμένοι ή όχι. Όποιος αναγνώστης μπορεί να βοηθήσει σε αυτό, μην διστάσει να επικοινωνήσει μαζί μας....


Τῷ Ὑπερμάχῳ Στρατηγῶ τοῦ Ἅδου Νικητῆ,
Ὡς λυτρωθεῖς ἐξ αἰωνίου θανάτου,
Ἀναγράφω Σοὶ ὁ δοῦλος σου τὰ νικητήρια.
Ἀλλ’ ὡς ἔχων εὐσπλαχνίαν ἀνερμήνευτον,
Ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον,
Ἵνα κράζω Σοί,
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησον μέ.


Ἀγγέλων ποιητὰ καὶ Κύριε τῶν Δυνάμεων, ἄνοιξον τὸν ἄπορόν μου νοῦν καὶ τὴν γλώτταν πρὸς ὕμνον τοῦ Παναχράντου Σου ὀνόματος, καθάπερ ἤνοιξας πάλαι τὴν ἀκοὴν καὶ γλώτταν τοῦ κωφοῦ καὶ μογιλάλου, τοῦ κραυγάζειν πρὸς Σὲ τοιαυτα.

Ἰησοῦ πανθαύμαστε, τῶν Ἀγγέλων ἡ Ἔκπληξις.
Ἰησοῦ παντοδύναμε, Προπατόρων ἡ Λύτρωσις.
Ἰησοῦ γλυκύτατε, Πατριαρχῶν τὸ Καύχημα.
Ἰησοῦ ὑπερένδοξε, Βασιλέων Κραταίωμα.
Ἰησοῦ παμπόθητε, Προφητῶν ἡ Ἐκπλήρωσις.
Ἰησοῦ ὑπερύμνητε, Στερέωμα τῶν Μαρτύρων.
Ἰησοῦ ἰλαρώτατε, μοναζόντων Τερπνότης.
Ἰησοῦ παντελεῆμον, Πρεσβυτέρων Γλυκύτης.
Ἰησοῦ ὑπερεύσπλαχνε, νηστευόντων Ἐγκράτεια.
Ἰησοῦ πανοικτίρμον, Χαρὰ τῶν δικαίων.
Ἰησοῦ ὑπέραγνε, Σωφροσύνη τῶν Παρθένων.
Ἰησοῦ προαιώνιε, Σωτηρία πταιόντων.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησον μέ.

Βλέπων Κύριε τὴν χήραν θρηνούσαν σφόδρα, εὐσπλαχνίσθης, καὶ ἀνέστησας τὸν υἱὸν αὐτῆς ἐπὶ τὸν τάφον φερόμενον. Σπλαχνίσθητι καμοὺ Φιλάνθρωπε, καὶ τὴν ἀμαρτίαις θανοῦσαν ψυχή μου ἀνάστησον, τοῦ βοῶντος σοὶ .
Ἀλληλούϊα.

Γνώσιν ἄγνωστον γνῶναι ζητῶν ὁ Φίλιππος ἔλεγε . δεῖξον ἠμὶν Κύριε τὸν Πατέρα. Σῦ δὲ εἶπας πρὸς αὐτόν. Τοσούτον χρόνον μετ ἐμοῦ ὧν, οὐκ ἔγνωκας, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοὶ ἔστι; Διὸ ἀνεξιχνίαστε, φόβω κραυγάζω Σοὶ.

Ἰησοῦ Θεὲ προαιώνιε.
Ἰησοῦ Βασιλεῦ παντοδύναμε.
Ἰησοῦ Δέσποτα μακρόθυμε.
Ἰησοῦ Σωτὴρ πολυέλεε.
Ἰησοῦ Φύλαξ μου ὑπεράγαθε.
Ἰησοῦ τὰς ἁμαρτίας μου πάριδε.
Ἰησοῦ τὰς ἀνομίας μου ἄνελε.
Ἰησοῦ τὴν ἐμην φαυλότητα ἐξάλειψον.
Ἰησοῦ ἡ ἐμὴ Ἐλπὶς μὴ ἐάσης μέ.
Ἰησοῦ ἡ ἐμὴ Βοήθεια, μὴ ἀπορρίψης μέ.
Ἰησοῦ Ποιητά μου, μὴ ἀπώση μέ.
Ἰησοῦ ὁ Ποιμὴν ὁ Καλός, μὴ ἀπολέσεις μέ.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησον μέ.

Δύναμιν ἐξ ὕψους τοὶς Ἀποστόλοις Σου ἐν Ἱερουσαλὴμ καθημένοις περιβαλλόμενος. Ἰησοῦ, καμὲ τὸν πάσης ἀγαθοποιϊας γεγυμνωμένον περιβαλοῦ τὴ ζέσει τοῦ Ἁγίου σου Πνεύματος, καὶ δὸς μοὶ μετὰ πόθου ψάλλειν Σοὶ .
Ἀλληλούϊα.

Ἐν τῷ πλήθει τοῦ ἐλέους Σου, τελώνας καὶ ἁμαρτωλοὺς καὶ ἀπίστους ἐκάλεσας, εὔσπλαχνε Ἰησοῦ. Μὴ παρίδης καμὲ νῦν τὸν ὁμοιωθέντα αὐτοίς, ἀλλ ὡς πολύτιμον μύρον πρόσδεξαι τὸν ὕμνον τοῦτον.

Ἰησοῦ Κράτος ἀνίκητον.
Ἰησοῦ Ἔλεος ἀτελεύτητον.
Ἰησοῦ Ὡραιότης ὑπέρλαμπρος.
Ἰησοῦ Ἔρως ἄφραστος.
Ἰησοῦ Υἱὲ Θεοῦ ζῶντος.
Ἰησοῦ ἐλέησον μὲ τὸν ἁμαρτωλόν.
Ἰησοῦ ἐπάκουσόν μου τοῦ συλληφθέντος ἐν ἀνομίαις.
Ἰησοῦ καθάρισον μὲ τὸν τεχθέντα ἐν ἀμαρτίαις.
Ἰησοῦ δίδαξον μὲ τὸν μωρανθέντα.
Ἰησοῦ φώτισον μὲ τὸν σκοτισθέντα.
Ἰησοῦ καθάρισον μὲ τὸν ρυπωθέντα.
Ἰησοῦ ἐπανάγαγε μὲ τὸν ἄσωτον.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησον μέ.

Ζάλην ἔνδοθεν ἔχων λογισμῶν ἀμφιβόλων ὁ Πέτρος ἐβυθίζετο. Ἱδὼν δὲ Σὲ Ἰησοῦ ἐν σαρκὶ πεφυκότα, ἐπὶ τοὶς ὕδασι βαδίζοντα, ἐπέγνω Σὲ Θεὸν ἀληθῆ, καὶ χείρα βοηθείας δεξάμενος ἔφη.
Ἀλληλούϊα.

Ἤκουσεν ὁ τυφλὸς ἐπὶ ὁδοῦ Σὲ πορευόμενον Κύριε, καὶ ἐβόησεν, Ἰησοῦ Υἱὲ Δαβὶδ ἐλέησον μέ. Καὶ προσκαλεσάμενος αὐτὸν ἠνέωξας αὐτοῦ τοὺς ὀφθαλμούς. Διὸ φώτισον καμοὺ τοὺς νοεροὺς ὀφθαλμοὺς τῷ ἐλέει Σου, ὅπως Σοὶ κελαηδῶ τοιαυτα.

Ἰησοῦ ὁ Ποιητής των ἄνω.
Ἰησοῦ ὁ Ἐξαγοραστής των κάτω.
Ἰησοῦ Καθαιρέτα τῶν ὑποχθονίων.
Ἰησοῦ Καλλωπιστὰ πάντων τῶν κτισμάτων.
Ἰησοῦ τῆς ἐμῆς ψυχῆς παραμυθία.
Ἰησοῦ φωτισμὸς τοῦ νοός μου.
Ἰησοῦ τὸ ἀγαλλίαμα τῆς καρδιάς μου.
Ἰησοῦ ἡ ρώσις τοῦ σώματός μου.
Ἰησοῦ Σωτήρ μου, σῶσον μέ.
Ἰησοῦ τὸ Φῶς μου, φώτισον μέ.
Ἰησοῦ τυραννίδος παντοίας ἀπάλλαξον μέ.
Ἰησοῦ ρύσαι μὲ τὸν ἀνάξιον.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησον μέ.

Θεορρήτω αἴματί Σου, καθάπερ πάλαι Ἰησοῦ, ἠξηγόρασας ἡμᾶς ἐκ τῆς κατάρας Τοῦ νόμου, οὕτως ἐξελοῦ ἐκ τῆς παγίδος τοῦ ὄφεως, Δὶ’ ἧς πάθει σαρκός, καὶ κέντρω ἀσωτίας, Ἐκτέρνισεν ἡμᾶς, πεδήσας τὴ φαύλη ραθυμία, Ἵνα κράζωμεν Σοί.
Ἀλληλούια.

Ἴδον παῖδες Ἑβραίων ἐν μορφῇ ἀνθρωπίνη, τὸν πλάσαντα χειρὶ τὸν ἄνθρωπον, καὶ Δεσπότην νοοῦντες Σέ, ἔσπευσαν τοὶς κλάδοις θεραπεῦσαι, τὸ Ὡσαννὰ βοῶντες. Ἡμεῖς δὲ τὸν ὕμνον προσφέρομεν Σοὶ λέγοντες.

Ἰησοῦ Θεὲ ἀληθινέ.
Ἰησοῦ Υἱὲ Δαβίδ.
Ἰησοῦ Βασιλεῦ ὑπερένδοξε.
Ἰησοῦ Ἀμνὲ πανακήρατε.
Ἰησοῦ Φύλαξ τῆς νηπιότητός μου.
Ἰησοῦ Ὁδηγὲ τῆς νεότητός μου.
Ἰησοῦ ἡ βακτηρία τοῦ γήρατός μου.
Ἰησοῦ ἡ ἐλπίς μου ἐν ὥρᾳ τοῦ θανάτου.
Ἰησοῦ ἡ μετὰ θάνατον ζωή μου.
Ἰησοῦ ἡ ἐν τῇ Κρίσει σου παραμυθία μου.
Ἰησοῦ τὴ ὥρα ἐκείνη μὴ καταισχύνης μέ.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησον μέ.

Κηρύκων θεοφθόγγων τὰς ρήσεις ἐκπληρῶν Ἰησοῦ, ἐπὶ γῆς ὤφθης καὶ τοὶς ἀνθρῶποις συνασεστράφης, ἀπρόσιτος ὧν, καὶ τὰς ἀσθενείας ἡμῶν ἐβάστασας. Ὅθεν, τῷ μώλωπί Σου πάντες ἰαθέντες, ἔγνωμεν ψάλλειν .
Ἀλληλούια.

Λάμψας τὴ οἰκουμένη φωτισμὸν ἀληθείας τὴν πλάνην ἀπήλασας τῶν δαιμόνων τα γὰρ εἴδωλα Σωτὴρ μὴ ἐνέγκατά Σου τὴν ἰσχὺν πέπτωκε, ἡμεῖς δὲ σωτηρίας τυχόντες βοῶμεν Σοί.

Ἰησοῦ Αὐτοαλήθεια, τὴν ἀπάτην καθελὼν
Ἰησοῦ Φῶς ὑπερέχον πᾶν φῶς.
Ἰησοῦ Βασιλεῦ ὑπερβαίνων πάντας ἐν ἰσχύει
Ἰησοῦ ὁ Θεός, ὁ πιστὸς ἐν ἐλέει.
Ἰησοῦ ὁ Ἄρτος τῆς ζωῆς, ἔμπλησον μὲ τὸν πεινῶντα.
Ἰησοῦ ἡ Πηγὴ τῆς γνώσεως, πότισον μὲ τὸν διψῶντα.
Ἰησοῦ ὁ Χιτὼν εὐφροσύνης, ἔνδυσον μὲ τὸν γυμνωθέντα.
Ἰησοῦ τῆς χαρᾶς ὁ Λιμήν, καθόρμισον μὲ τὸν πλανηθέντα.
Ἰησοῦ ὁ Δοτὴρ τῶν αἰτούντων, παράσχου μοὶ συντριβὴν ἁμαρτιῶν.
Ἰησοῦ ὁ Εὐρετὴς τῶν ζητούντων, εὐρέκαμοι τὴν ψυχήν.
Ἰησοῦ ὁ τοὶς κρούουσι ἀνοίγων, ἄνοιξον τὴν πεπωρωμένην καρδίαν μου.
Ἰησοῦ Ἰατὴρ ἁμαρτωλῶν, ἀπόπλυνον τὰς ἁμαρτίας μου.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησον μέ.

Μέλλων ἀποκαλύψαι τὸ ἀπ αἰῶνος κεκρυμμένον μυστήριον, ὡς πρόβατον ἐπὶ σφαγῆς ἤχθης, Ἰησοῦ, καὶ ὡς ἀμνὸς ἄφωνος ἐναντίον τοῦ κείροντος αὐτόν. Ἠγέρθης δὲ Θεὸς ὧν ἐκ τῶν νεκρῶν, καὶ μετὰ δόξης ἀνελθῶν εἰς οὐρανούς, συνανύψωσας ἡμᾶς βοώντας Σοί.
Ἀλληλούια.

Νέαν ἔδειξεν Κτίσιν, ἐμφανίσας ἠμὶν ὁ Κτίστης. Ἀσπόρως δ’ ἐκ Παρθένου σαρκωθεῖς καὶ ἐκ τάφου ἀναστάς, σώα τὲ φυλλάξας ἀμφοτέρων τὰ σήμαντρα, πρὸς τοὺς Ἀποστόλους τῶν θυρῶν κεκλεισμένων μετὰ σαρκὸς εἰσῆλθεν. Ὅθεν θαυμάζοντες πίστει βοῶμεν.

Ἰησοῦ Λόγε ἀχώρητε.
Ἰησοῦ Νοῦς ἀνεξιχνίαστος.
Ἰησοῦ Δύναμις ἀκατάληπτος.
Ἰησοῦ Σοφία ἀμέτρητος.
Ἰησοῦ Θεότης ἀπερίγραπτος.
Ἰησοῦ Κυριότης ἀπεριόριστος.
Ἰησοῦ Βασιλεία ἀκαταμάχητος.
Ἰησοῦ Δεσποτεία ἀτελεύτητος.
Ἰησοῦ Ἰσχὺς ὑπερκόσμιος.
Ἰησοῦ Ἐξουσία αἰώνιος.
Ἰησοῦ Ποιητά μου, ἀνακαίνισον μέ.
Ἰησοῦ Σωτήρ μου, σῶσον μέ.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησον μέ.

Ξένην ἐνανθρώπησιν Θεοῦ ὁρῶντες, ξενωθῶμεν τοῦ ματαίου κόσμου τούτου, τὸ νοῦν εἰς τὰ θεῖα μεταθέντες. Διᾶ τοῦτο γὰρ Θεὸς ἐπὶ γῆς κατῆλθεν, ἵνα ἡμᾶς εἰς οὐρανοὺς ὑψώση τοὺς αὐτῶ κραυγάζοντας.
Ἀλληλούια.

Ὅλος ἢν ἐν τοὶς κάτω, καὶ τῶν ἄνω οὐδόλως ἀπῆν ὁ ἀκατάληπτος Λόγος. Ἔπαθεν ἐπὶ γῆς ἐκούσια βουλὴ θανάτω τὸν θάνατον ἡμῶν ἐνέκρωσε, καὶ τὴ Ἀναστάσει Αὐτοῦ ζωὴν ἐδωρήσατο ἠμὶν τοὶς ἄδουσιν Αὐτῶ τοιαυτα.

Ἰησοῦ Γλυκύτης τῆς καρδίας μου.
Ἰησοῦ Δύναμις τοῦ σώματός μου.
Ἰησοῦ Φῶς τῆς ψυχῆς μου.
Ἰησοῦ ἡ ὀξύτης τοῦ νοός μου.
Ἰησοῦ Χαρμονὴ τῆς συνειδήσεώς μου.
Ἰησοῦ Ἐλπὶς ἀνυπέρβλητος.
Ἰησοῦ Μνήμη αἰώνιος.
Ἰησοῦ Αἴνεσις ὑπερουράνιος.
Ἰησοῦ δόξα ὑπερκόσμιος.
Ἰησοῦ ἡ ἐμὴ ἐπιθυμία, μὴ ἀπορρίψης μέ.
Ἰησοῦ Ποιμήν μου, ἀναζήτησον μέ.
Ἰησοῦ Σωτήρ μου, διάσωσον μέ.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησον μέ.

Πάσα φύσις Ἀγγέλων ἀκαταπαύστως ἐν οὐρανοὶς δοξάζει τὸ πανάγιον Ὄνομά Σου, Ἰησοῦ, τὸν τρισάγιον ὕμνον ἀναβοώσα. Ἅγιος, Ἅγιος, Ἅγιος. Ἡμεῖς δὲ οἱ ἁμαρτωλοὶ ἐπὶ γῆς, χοϊκοὶς χείλεσι ψάλλομεν.
Ἀλληλούια.

Ρήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ Σοί, Ἰησοῦ Σωτὴρ ἡμῶν. Ἀπορούσι γὰρ λέγειν το πὼς εἰ ἀναλλοίωτος Θεὸς καὶ τέλειος ἄνθρωπος. Ἡμεῖς δὲ τὸ φρικτὸν μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν.

Ἰησοῦ Θεὸς θεῶν.
Ἰησοῦ Βασιλεὺς βασιλευόντων.
Ἰησοῦ Κύριος κυριευόντων.
Ἰησοῦ Κριτὰ νεκρῶν καὶ ζώντων.
Ἰησοῦ Ἐλπὶς ἀπηλπισμένων.
Ἰησοῦ Παράκλησις πενθούντων.
Ἰησοῦ πεντήντων Προμήθεια.
Ἰησοῦ μὴ καταδικάσης μὲ κατὰ τὰ ἔργα μου.
Ἰησοῦ κάθαρον μὲ κατὰ τὸ ἔλεός Σου.
Ἰησοῦ διασκέδασον τὴν ἀκηδίαν μου.
Ἰησοῦ φώτισον τοὺς διαλογισμοὺς τῆς καρδίας μου.
Ἰησοῦ μνήμην θανάτου μοὶ δώρησαι.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησον μέ.

Σῶσαι θέλων τὸν κόσμον, Ἀνατολὴ ἀνατολῶν, εἰς δύσιν ζοφώδη τῆς ἐσκοτισμένης ἡμῶν φύσεως ἐλθών, μέχρι θανάτου ἐταπείνωσας σαυτόν. Διὸ τὸ ὄνομά Σου, ὑπὲρ πᾶν ὄνομα ὑπερυψοῦται καὶ παρὰ πάσης φύσεως οὐρανίου καὶ ἐπιγείου ἀκούεις.
Ἀλληλούια.

Τείχισον ἡμᾶς ἀγίοις Σου ἀγγέλοις Χριστὲ Σωτὴρ ἡμῶν, ὁ πατὴρ τοῦ μέλλοντος αἰῶνος, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλίδος, ὥσπερ πάλαι ἐκαθάρισας τοὺς δέκα λεπρούς, καὶ ἴασαι ἡμᾶς καθάπερ ἰάσω τὴν τοῦ τελώνου Ζακχαίου φιλάργυρον ψυχήν, ὅπως κατανύξει βοῶμεν Σοί.

Ἰησοῦ Θησαυρὲ ἀσφαλέστατε.
Ἰησοῦ Πλοῦτε ἀδαπάνητε.
Ἰησοῦ Πόσις ἀνεξάντλητος.
Ἰησοῦ τῶν γυμνῶν Περιβολή.
Ἰησοῦ τῶν χηρῶν ἡ Ἀντίληψις.
Ἰησοῦ ὀρφανῶν ὁ Προστάτης.
Ἰησοῦ καταπονουμένων Ὑπέρμαχος.
Ἰησοῦ ὁδοιπόρων Συνοδίτης.
Ἰησοῦ τῶν πλεόντων Κυβερνήτης.
Ἰησοῦ Λιμὴν χειμαζομένων εὔδιος.
Ἰησοῦ ἀνάστησον μὲ παραπεσόντα.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησον μέ.

Ὕμνον ἐν κατανύξει προσφέρω Σοὶ ὁ ἀνάξιος ἐγώ, καὶ βοῶ Σοὶ ὥσπερ ἡ Χαναναία. Ἰησοῦ ἐλέησον μέ. Οὐ θυγάτριον, ἀλλὰ σάρκα κέκτημα δαιμονώσαν δεινῶς καὶ τῷ θυμῷ φλεγομένην. Διὸ παράσχου μοὶ τὴν ἴαση βοώντι Σοί.
Ἀλληλούια.

Φωτοπάροχον φῶς, τὸ λάμψας τοὶς ἐν σκότει τῆς ἀγνωσίας, ὁ πρὶν διώκων Σὲ Παῦλος ἐλλαμφθεῖς τῷ φωτί Σου καὶ κατανοῶν τὴν δύναμιν τῆς θεοσόφου Σου φωνῆς, καταπράϋνε τὴν ὁρμὴν τῆς ἑαυτοῦ ψυχῆς. Οὕτω καμοὺ φώτισον τὰ ὄμματα τῆς ἐσκοτισμένης μου ψυχῆς, τοῦ βοῶντος τοιαύτα.

Ἰησοῦ Βασιλεῦ πανσθενέστατε.
Ἰησοῦ Θεὲ παντοδύναμε.
Ἰησοῦ Παντοκράτορ ἀθάνατε.
Ἰησοῦ Δημιουργέ μου ὑπερδόξαστε,
Ἰησοῦ Ὁδηγέ μου ἀγαθώτατε.
Ἰησοῦ Ποιμὴν εὐσπλαγχνικώτατε.
Ἰησοῦ Δέσποτα πολυέλεε.
Ἰησοῦ Σωτήρ μου φιλανθρωπότατε.
Ἰησοῦ φώτισόν μου τὰς αἰσθήσεις σκοτισθείσας τοὶς πάθεσιν.
Ἰησοῦ ἴασαι τὸ σῶμα μου λελωβημένον ταὶς ἀμαρτίαις.
Ἰησοῦ καθάρισόν μου τὸν νοῦν ἀπὸ ματαίων λογισμῶν.
Ἰησοῦ φύλαξον τὴν καρδίαν μου ἀπὸ ὀρέξεων πονηρῶν.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησον μέ.

Χάριν χάρισαι μοὶ πάντων ὀφλημάτων χρεωλύτα Ἰησοῦ μου, καὶ δέξαι μὲ μετανοούντα ὡς ἐδέξω Πέτρον ἀρνησαμένον Σὲ ὡς ποτὲ Παῦλον προσεκαλέσω διώκοντα Σὲ καὶ ἐπάκουσόν μου ἀναβοῶντος Σοί.
Ἀλληλούια.

Ψάλλοντές Σου τὴν ἐνανθρώπησιν, ἀνυμνοῦμεν Σὲ πάντες, καὶ πιστεύομεν σῦ τῷ Θωμᾷ ὅτι Σῦ εἰ ὁ Κύριος καὶ Θεὸς ἡμῶν ὁ ἐν δεξιᾷ καθήμενος τοῦ Πατρός, καὶ μέλλων κρίναι ζῶντας καὶ νεκρούς. Ἀξίωσον οὖν τότε μὲ στῆναι ἐκ δεξιῶν Σου, τὸν νῦν ἀναβοώντα Σοί.

Ἰησοῦ ὁ τῆς εἰρήνης Βασιλεύς, εἰρήνευσον μέ.
Ἰησοῦ τὸ εὔοσμον Ἄνθος, εὐωδίασον μέ.
Ἰησοῦ ἡ ποθητὴ Θέρμη, θέρμανον μέ.
Ἰησοῦ Ναὲ προαιώνιε περίθαλψον μέ.
Ἰησοῦ ἠλιοστάλακτε Χιτών, κόσμησον μέ.
Ἰησοῦ ὁ πολύτιμος Μαργαρίτης, πλούτισον μέ.
Ἰησοῦ Λίθε τίμιε, λάμπρυνον μέ.
Ἰησοῦ Ἥλιε τῆς Δικαιοσύνης, ἔλλαμψον μέ.
Ἰησοῦ Ἅγιον φῶς, φώτισον μέ.
Ἰησοῦ νόσου ψυχῆς καὶ σώματος ἀπάλλαξον μέ.
Ἰησοῦ ἐκ τῆς χειρὸς τοῦ ἀλάστορος ἐξάρπασον μέ.
Ἰησοῦ ἐκ τῶν αἰωνίων βασάνων λύτρωσαι μέ.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησον μέ.

Ὢ Γλυκύτατε καὶ Πανοικτίρμον Ἰησοῦ πρόσδεξαι ταύτην τὴν μικρὰν ἡμῶν δέησιν, ὡς ἐδέξω τα τῆς χήρας δυὸ λεπτά, καὶ τήρησον τὴν κληρονομίαν σου ἀπὸ ἐχθρῶν ὁρατῶν τὲ καὶ ἀοράτων, ἐπιδρομῆς ἀλλοφύλων, νόσου, λιμοῦ, πάσης θλίψεως, καὶ θανατηφόρου πληγῆς. Καὶ λύτρωσαι μελλούσης κολάσεως, τοὺς βοώντας Σοὶ
Ἀλληλούια.

Ἀγγέλων ποιητὰ καὶ Κύριε τῶν Δυνάμεων, ἄνοιξον τὸν ἄπορόν μου νοῦν καὶ τὴν γλώτταν πρὸς ὕμνον τοῦ Παναχράντου Σου ὀνόματος, καθάπερ ἤνοιξας πάλαι τὴν ἀκοὴν καὶ γλώτταν τοῦ κωφοῦ καὶ μογιλάλου, τοῦ κραυγάζειν πρὸς Σὲ τοιαυτα.

Ἰησοῦ πανθαύμαστε, τῶν Ἀγγέλων ἡ Ἔκπληξις.
Ἰησοῦ γλυκύτατε, Πατριαρχῶν τὸ Καύχημα.
Ἰησοῦ ὑπερένδοξε, Βασιλέων Κραταίωμα.
Ἰησοῦ παμπόθητε, προφητῶν ἡ Ἐκπλήρωσις.
Ἰησοῦ ὑπερύμνητε, Στερέωμα τῶν Μαρτύρων.
Ἰησοῦ ἰλαρώτατε, μοναζόντων Τερπνότης.
Ἰησοῦ ὑπερεύσπλαχνε, νηστευόντων Ἐγκράτεια.
Ἰησοῦ πανοικτίρμον, Χαρὰ τῶν δικαίων.
Ἰησοῦ ὑπέραγνε, Σωφροσύνη τῶν Παρθένων.
Ἰησοῦ προαιώνιε, Σωτηρία πταιόντων.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησον μέ.


Τῷ Ὑπερμάχῳ Στρατηγῶ τοῦ Ἅδου Νικητῆ,
Ὡς λυτρωθεῖς ἐξ αἰωνίου θανάτου,
Ἀναγράφω Σοὶ ὁ δοῦλος σου τὰ νικητήρια.
Ἀλλ’ ὡς ἔχων εὐσπλαχνίαν ἀνερμήνευτον,
Ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον,
Ἵνα κράζω Σοί,
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησον μέ.

Πέμπτη, 16 Νοεμβρίου 2017

ΚΑΤΟΥΝΑΚΙΩΤΗΣ ΠΕΡΙ ΕΥΧΗΣ


ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΡΟΔΟΥ ΝΕΙΛΟΣ


Κανονικὲς Ἀποκρίσεις τοῦ Μητροπολίτη Ρόδου Νείλου Διασορηνοῦ.

3. Ἐρώτηση: Τί χρὴ ποιῆσαι μετὰ τὴν θανὴν τῶν μοιχαλίδων τις; Ἀπόκρισις: Μὴ θάπτεσθαι ὑπὸ Ἱερέως, ἐὰν μὴ μετανοήσωσι καὶ χωρισθῶσι ζῶντες, ὥς φησι καὶ ὁ Μέγας Βασίλειος ἐν κανόνι λβ´. Ὅτι καὶ εἰς τὴν νῆσον Ῥόδον, διὰ νὰ εὐλογήσῃ τις Πνευματικὸς μοιχαλίδα, ἐφυλακίσθη ὑπὸ τοῦ ἄρχοντος τῆς νήσου μῆνας ἕξ, ἐκαθῃρέθη ὑπὸ τοῦ ἀρχιερέως· μετὰ παρακλήσεως πλείστης πολλῶν ἀνθρώπων καὶ αὐτοῦ πολλῶν δακρύων, μᾶλλον δὲ διὰ τὴν στέρησιν τῶν πνευματικῶν, ὅτι ἐν τοῖς ὄρεσιν ἦν κατοικῶν ἐν μοναστηρίῳ, ἐσυγχωρήθη τοῦ ἐξαγορεύειν μόνου. Καὶ πρόσεχε, οἱ μοιχοὶ μετὰ ἀφορισμοῦ μὴ ἐσθίειν ἀντίδωρον ἢ κοινωνίας, ἕως οὗ μετανοήσωσι. 18. Ἐρώτηση: Φυλακτάρια, ἢ βοτάνα χωρὶς γοητείας, ἢ ποτήριον εἰς τὴν κεφαλὴν μεθ᾿ ὕδατος, διὰ τὸν ἥλιον, ἢ κουνενὸν εἰς τὸν ὀμφαλόν, τὶ κωλύει διὰ τὸν πόνον; Ἀπόκριση: Φυλακτάρια, ἔχοντα μόνον εὐαγγέλιον χωρὶς χαρακτήρων, ἢ καὶ βότανα χωρὶς γοητείας, ἢ καὶ ποτήριον μεθ᾿ ὕδατος, ἢ κουνενὸν χωρὶς ἐπῳδῆς καὶ γοητείας, ἵνα ἐλευθερωθῇ συντόμως τὸ ἄλγος τοῦ σώματος, ὁ Θεὸς δίδει τὴν ἴασιν, καὶ οὐχ ἁμαρτάνεις, ὅτι οὔκ ἐστι γοητεία τοῦτο· ὁ κανὼν τοὺς γόητας καὶ ἐπῳδοὺς καὶ φαρμακοὺς κωλύει. Εἰ δὲ τὰ φάρμακα, ἕκαστον ἔχει τὴν αὐτοῦ ἐνέργειαν διὰ τήν τοῦ Θεοῦ βοηθείας, ὥσπερ καὶ οἱ ἰατροὶ καὶ ἅγιοι Ἀνάργυροι διὰ τῆς βοτάνης καὶ Θεοῦ δυνάμεως ἐθεράπευον.

ΙΩΑΣΑΦ ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΕΦΕΣΟΥ

Κανονικές Ἀποκρίσεις τοῦ Μητροπολίτη Ἐφέσου Ἰωάσαφ.

44. Ἐρώτηση: Ποῖα ἁμαρτήματα κωλύουσι μὴ εὔχεσθαι ὑπὲρ τοῦ τεθνηκότος; Ἀπόκριση: Ὁ παλακὴν κεκτημένος καὶ μήτε εὐλογηθῆναι βουλόμενος, μήτε ἀποστῆναι ταύτης, ἐὰν ἁρπασθῇ μενῶν ἐν τῇ κακίᾳ, ὁ τοιοῦτος οὔτε κοινωνίας ἀξιωθήσεται, οὔτε λειτουργιῶν· ὁμοίως καὶ ὁ ἐπιμένων τοῖς τόκοις, καὶ συναποθανὼν αὐτοῖς, καὶ ὁ βλασφημῶν καὶ ὑβρίζων τὴν πίστιν καὶ τὸν σταυρὸν καὶ ἐξομολογήσονται, οὔτε κοινωνίας, οὔτε μνημοσύνων ἄξιοι. Φησὶ γὰρ ἡ θεία Γραφὴ ὡς ἀπὸ προσώπου τοῦ θεοῦ· «ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουὴλ ὑπὲρ αὐτῶν, οὐκ εἰσακουσθήσομαι αὐτῶν». Ὁ γὰρ ἀπὸ τῶν τοιούτων δεχόμενος τι, ἐμμενόντων τοῖς κακοῖς καὶ μὴ μετανοησάντων, συγκοινωνεῖ τοῖς ἔργοις αὐτῶν. Ἐὰν δὲ προσεύξηται ὑπὲρ αὐτῶν, νομίζει, ὅτι καὶ ὁ Θεὸς [συγ]κοινωνὸς γίνεται τούτοις. Καὶ διὰ τοῦτο τολμᾷ προσεύχεσθαι, μὴ εἰδώς, ὅτι δύσι κακοῖς ἔνοχον ἑαυτὸν ὑποδείκνυσι· λυπεῖ γὰρ τὸν Θεὸν πρῶτον, εἶτα κἀκείνους ποιεῖ μηδὲ νομίζειν κακὸν πράττειν, ἐπειδὴ προσδέχεται τὰ δῶρα αὐτῶν. Τὸ αὐτὸ νόμισον καὶ ἐπὶ ἀδίκων, καὶ ἁρπάγων, καὶ πλεονεκτῶν, ἐὰν μὴ φθάσωσιν ἐξομολογησάμενοι καὶ ἀποστάντες τῶν κακῶν· εἰ γὰρ ὁ Ἠσαῦ κατεκρίθη, καὶ ταῦτα ἀπὸ τῶν οἰκείων προσενεγκῶν, διότι τὰ ἐλάττω καὶ εὐτελῆ προσήνεγκε, πολλῷ μᾶλλον οἱ τοιοῦτοι. 51. Ἐρώτηση: Ἐάν τις διὰ θλίψιν ἄκραν δαρεὶς οἰκείαις χερσί, ἀποθάνῃ, εἰ δὲ καὶ γυνὴ οὖσα τύχῃ, ἔχουσα ἐν γάστρι, τὶ γίνεται; Ἀπόκριση: Τὸν τοιοῦτον ὡς αὐτόχειρον γεγονότα, οὐδὲ ταφῆς ἀξιοῦσθαι δίκαιον, οὐδὲ ψαλμωδίας· πλὴν διὰ φιλανθρωπίαν γίνεται συγκατάβασις ὀλίγη· περὶ δὲ τοῦ ἐμβρύου, εἰ μὲν ἐγγὺς τοῦ καιροῦ ἐστὶ καὶ τετελειωμένον, γίνεται ἀνατομὴ παρὰ τῶν ἰατρῶν εἰ δὲ μῆγε, συνθάπτεται τῇ μητρί. 52. Ἐρωτήσῃ: Ἐὰν εἰς ὄχλησιν καὶ μάχην τύψῃ τις τὸν ἕτερον καιρίως, καὶ τελευτήσῃ ὁ πληγεὶς αὐτῇ τῇ ὥρᾳ, τὶ δεῖ ποιεῖν; Ἀπόκριση. Καὶ λέγομεν ὅτι ὁ μὲν καθυποβάλλεται τοῖς ἐπιτιμίοις τοῦ φονέως· ὁ δὲ ψάλλεται καὶ θάπτεται καὶ μνημονεύεται, ὡς ἔθος [ἐστίν]. 45. Ἐρώτηση: Εἰ ἔστιν ἁμαρτία γοητεύειν πληγὰς ἢ ὀθόνας τιθέναι ἐπάνω τῶν πληγῶν; Ἀπόκριση: Τοῦτο παντελῶς ἀλλότριον ἔνι χριστιανοῦ· εἰ γὰρ καὶ ὀνόματα ἁγίων ἐπιλέγουσιν ἐν τῇ γοητείᾳ, ἀλλὰ πρὸς ἀπάτην ἐξεῦρε τοῦτο ὁ διάβολος, κατὰ μικρὸν ἀπάγων τοὺς χρωμένους ἀπὸ Θεοῦ καὶ πρὸς ἑαυτὸν μεθιστῶν· τοὺς γοῦν τοιούτους οἱ νόμοι ἀφειδῶς κολάζουσιν, ὁμοίως καὶ τοὺς τὰ φυλακτὰ ποιοῦντας, καὶ τοὺς ταῦτα βαστάζοντας κανονίζουσιν οἱ ἅγιοι πατέρες μὴ κοινωνῆσαι ἐπὶ χρόνους ε´· καὶ μετανοίας ς´. Τὸ αὐτό ἐστι καὶ ἐπὶ τῶν ποιούντων τὰς λεγομένας πεντάλφας καὶ διδόντων ἀνθρώποις ἢ κτήνεσι διὰ ἴασιν λύσσης.

ΡΩΤΗΣΕΙΣ ΜΟΝΑΧΩΝ ΤΙΝΩΝ ΕΞΩ ΤΗΣ ΠΟΛΕΩΣ ΑΣΚΟΥΜΕΝΩΝ ΚΑΙ ΑΠΟΚΡΙΣΕΙΣ ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΑΓΙΑΣ ΣΥΝΟΔΟΥ ΕΠΙ ΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΝΙΚΟΛΑΟΥ (1086-1111)


Ἐρώτησις α´ εἰς Νικόλαον Κωνσταντινουπόλεως.

Ὅτι ἀχειροτονήτος μοναχὸς ἀναγινώσκειν ἐπ᾿ ἄμβωνος κεκώλυται, οὐ μὴν καὶ εἰσιέναι εἰς τὸ θυσιαστήριον. Ἐρώτησις. Εἰ χρὴ μοναχὸν εἰσιέναι εἰς τὸ ἅγιον θυσιαστήριον, κωλύει γὰρ τοῦτο ὁ λγ´ κανὼν τῆς ἐν τῷ Τρούλλῳ ἁγίας συνόδου, ὅς καὶ οὐ παραχωρεῖ ἐπὶ ἄμβωνος ψάλλειν ἢ ἀναγινώσκειν ἀσφράγιστόν τινα ἢ μοναχόν· ὁμοίως καὶ ὁ τῆς ἐν Λαοδικίᾳ κανὼν ιε´ καὶ ὁ κα´ καὶ ὁ τῆς ἐν Νικαίᾳ τὸ δεύτερον κανὼν ιδ´. Ἀπόκρισις. Τὸ μὲν δίχα χειροθεσίας ἐπὶ ἄμβωνος ὡς ἀναγνώστην ποιῆσαι τὸν μοναχὸν τὰς τοῦ ἀναγνώστου ὑπηρεσίας, κεκώλυται τὸ δὲ εἰς θυσιαστήριον εἰσιέναι, χάριν ὑφάψεως κηρίου ἢ κανδήλας, τὸν μηδενὶ ἐγκλήματι γενόμενον ἔνοχον, οὐκ οἶμαι δεῖν κωλυθῆναι, διὰ τὴν τοῦ μοναχικοῦ σχήματος σεμνότητα.

Ἐρώτησις β´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Εἰ κλίνομεν γόνυ ἐν σαββάτῳ.

Ἐρώτησις. Εἰ χρὴ μὴ κλίνειν ἐν σαββάτῳ γόνυ, ὥσπερ οὐδὲ ἐν Κυριακῇ, ἢ Πεντηκοστῇ. Ἀπόκρισις. Ἀπὸ τοῦ κανόνος μὲν οὐ κεκώλυται· οἱ πολλοὶ δὲ διὰ τὸ μὴ ἐπακολουθεῖν ἐν σαββάτῳ νηστείαν, οὐδὲ γόνυ κλίνουσιν.

Ἐρώτησις γ´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Εἰ χρὴ τὴν ἐν τῷ Αὐγούστῳ νηστείαν.

Ἐρώτησις. Εἰ χρὴ τὴν ἐν τῷ Αὐγούστῳ νηστείαν ἐπιτελεῖν. Ἀπόκρισις. Ἦν ἡ νηστεία πρότερον ἐν τῷ καιρῷ τούτω· μετετέθη δὲ διὰ τὸ μὴ περιπίπτειν ταῖς κατὰ τὸν καιρὸν τοῦτον γινομέναις ἐθνικαῖς νηστείας. Πλὴν καὶ ἔτι πολλοὶ τῶν ἀνθρώπων ταύτην τὴν νηστείαν νηστεύουσιν.

Ἐρώτησις δ´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Εἰ δεῖ τὸν δαιμονιζόμενον μεταλαμβάνειν.

Ἐρώτησις. Εἰ δεῖ τὸν δαιμονιζόμενον μεταλαμβάνειν τῶν ἁγιασμάτων· ὁ μὲν γὰρ ἅγιος Τιμόθεος, εἰς τὰς πρὸς αὐτὸν ἐρωτήσεις εἶπεν ἄλλως, καὶ οἱ ἅγιοι Ἀπόστολοι ἄλλως, καὶ οἱ μεταγενέστεροι ἄλλως. Ἀπόκρισις. Εἰ ἀπὸ μέλανος ἐνοχλεῖται χυμοῦ τις, ὡς δαιμονᾷν δοκεῖν, οὐ κωλυθήσεται· εἰ δὲ τῇ ἀληθείᾳ δαιμονῶν ἐστιν, ἥκιστα τῶν ἁγιασμάτων ἀξιωθήσεται, ὅτι οὐδὲ κοινωνία φωτὶ πρὸς σκότος.

Ἐρώτησις ε´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Περὶ κλασμάτων τῆς ὑψωθείσης προσφορᾶς.

Ἐρώτησις. Εἰ δεῖ τὰ προσφερόμενα ἐν τῇ ἐκκλησίᾳ, οἷον προσφορὰς καὶ νάματα, ἀδιαφόρως ἐσθίειν τὸν ἱερέα, καὶ ὡς βούλεται καὶ εἰ ὡς ἅρτον κοινὸν ὀφείλει ταῦτα ἐσθίειν· καὶ εἰ πολλὰ τοιαῦτα συναχθείη, τί δεῖ ταῦτα ποιεῖν; Ἀπόκρισις. Τὰ μὲν τῆς ὑψωθείσης κλάσματα οὐχί· ἀλλ᾿ ἐν τῇ ἐκκλησίᾳ μόνη ἐσθίειν, ἔς τ᾿ ἂν ἅπαντα δαπανήσωσι· τὰ δὲ περιττὰ τῶν ἄλλων μὴ μετὰ γάλακτος, καὶ τυροῦ, καὶ ὠῶν, καὶ ἰχθύων, ἀλλ᾿ ἀποτεταγμένως, καὶ ἰδιαζόντως.

Ἐρώτησις στ´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Πότε ἀποχωρεῖ μοναχὸς τῆς ἰδίας μονῆς;

Ἐρώτησις. Εἰ ὁπουδήποτε ἀποκαρεὶς μοναχός τις βλάπτεται κατά τι συμβὰν ψυχικῶς, καὶ βουλόμενος ὑποχωρῆσαι δεσμηθῇ παρὰ τοῦ οἰκείου προεστῶτος, τί ποιήσει; τῆς βλάβης καταφρονήσει, ἢ τοῦ δεσμοῦ; Ἀπόκρισις. Χρὴ τοῦτον λέγειν τῷ προεστῶτι δι᾿ ὃ βλάπτεται· καὶ εἰ ἔστι προφανὴς κίνδυνος ἐκ τούτου, ὑποχωρεῖν ἐκεῖθεν, καὶ μὴ τοῦ δεσμοῦ φροντίζειν.

Ἐρώτησις ζ´ εἰς Νικόλαον Πατριάρχην Κωνσταντινουπόλεως. Ὁ ἄλογος δεσμὸς οὐκ ἰσχύει κατὰ τοῦ δεσμηθέντος μοναχοῦ.

Ἐρώτησις. Ἡγούμενος τελευτῶν, κατέλιπεν ἕτερον ἀνθ᾿ ἑαυτοῦ, δεσμήσας αὐτὸν μὴ ὑποχωρῆσαι· ἀλλ᾿ ὁ τοιοῦτος καταγνοὺς ἑαυτοῦ ἀσθένειαν, ὑπεχώρησε, Τί γοῦν χρὴ ποιῆσαι περὶ τοῦ δεσμοῦ; Ἀπόκρισις. Ἄλογος ὁ δεσμός, καὶ διὰ τοῦτο ἀνίσχυρος, καὶ ὁ δεσμευθεὶς ἀπολυθήσεται ἀρχιερεῖ προσελθών, καὶ τὰ καθ᾿ ἑαυτὸν ἀπαγγείλας.

Ἐρώτησις η´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Ὁ καθαιρεθεὶς ἤ τὴν ἱερωσύνην ἑκουσίως ἐγκαταλείψας ἱερεὺς οὺ πράττει τὰ ἱερέων.

Ἐρώτησις. Εἰ χρὴ τὸν ἐπὶ ἐγκλήματι καθαιρεθέντα ἱερέα, ἢ ἑκουσίως τὴν ἱερωσύνην καταλείψαντα, καταγνόντα ἑαυτοῦ, προλέγειν, τό, Εὐλογητὸς ὁ Θεός, καὶ τό, ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ τό, Χριστὸς ὁ ἀληθινός, ἢ θυμιᾷν μετὰ θυμιατοῦ, ἢ μεταλαμβάνειν ἔνδον τοῦ θυσιαστηρίου; Ἀπόκρισις. Οὐχί εἰς γὰρ τὸν τῶν λαϊκῶν τόπον ταχθήσεται.

Ἐρώτησις θ´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Τὸ ἀπ᾿ εὐλογίας γενέσθαι τί ἐστι;

Ἐρώτησις. Ὅπερ λέγει ὁ ἅγιος Βασίλειος ἐν τοῖς μικροῖς ἐπιτιμίοις· Ἔστω ἀπὸ εὐλογίας κατὰ τὴν ἀναλογίαν τοῦ σφάλματος, τί ἐστιν; Ἀπόκρισις. Τὸ ἀποστερηθῆναί τινα τῆς διδομένης εὐλογίας ἐν τῇ ἐκκλησίᾳ.

Ἐρώτησις ι´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Περὶ τῶν ἀπὸ τῆς ἁγίας δωρεᾶς κεκωλυμένων, ὅτι καὶ τῶν ὑψουμένων κωλύονται.

Ἐρώτησις. Τοὺς κεκωλυμένους ἀπὸ τῆς ἁγίας δωρεᾶς, εἰ χρὴ ἐσθίειν ὑψωμένας προσφορᾶς: Ἀπόκρισις. Εὑρίσκομεν ἐν τῷ βίῳ τοῦ ἁγίου Θεοδώρου τοῦ Συκεώτου τοὺς τοιούτους κεκωλυμένους.

Ἐρώτησις ια´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Περὶ τοῦ Κανονικοῦ τοῦ Νηστευτοῦ.

Ἐρώτησις. Εἰ χρὴ κατὰ τὸ Κανονικὸν τοῦ Νηστευτοῦ κανονίζειν τινάς; Ἀπόκρισις. Τὸ τοιοῦτον Κανονικὸν πολλῇ συγκαταβάσει χρησάμενον πολλοὺς ἀπώλεσε διὸ οἱ ἐν γνώσει τοῦ καλοῦ ὄντες, καὶ ἐκ τούτου σφαλλόμενοι, ἐπανορθωθήσονται.

ΝΕΑΡΑ 131 ΤΟΥ ΙΟΥΣΤΙΝΙΑΝΟΥ (545 μ.Χ)

ΝΕΑΡΑ 131 τοῦ Ἰουστινιανοῦ.

«Θεσπίζομεν τοίνυν, τάξιν νόμων ἐπέχειν τοὺς ἁγίους ἐκκλησιαστικοὺς κανόνας τοὺς ὑπὸ τῶν ἁγίων τεσσάρων συνόδων ἐκτεθέντας ἢ βεβαιωθέντας, τούτεστι τῆς ἐν Νικαίᾳ τῶν τιη´ καὶ τῆς ἐν Κωνσταντινουπόλει τῶν ἁγίων ρν´ πατέρων καὶ τῆς ἐν Ἐφέσῳ πρώτης ἐν ᾗ Νεστόριος κατεκρίθη, καὶ τῆς ἐν Καλχηδόνι, καθ᾿ ἣν Εὐτυχὴς μετὰ Νεστορίου ἀνεθεματίσθη, τῶν γὰρ προειρημένων ἁγίων δ´ συνόδων καὶ τὰ δόγματα καθάπερ τὰς θείας γραφὰς δεχόμεθα καὶ τοὺς κανόνας ὡς νόμους φυλάττομεν».

ΕΠΑΝΑΓΩΓΗ Ἤ ΕΙΣΑΓΩΓΗ (885/886 μ.Χ.)

Περὶ Βασιλέως καὶ Πατριάρχου τῆς Ἐπαναγωγῆς ἤ Εἰσαγωγῆς.

ΤΙΤΛΟΣ ΔΕΥΤΕΡΟΣ Περὶ βασιλέως. Κεφ. α´. Βασιλεύς ἐστιν ἔννομος ἐπιστασία, κοινὸν ἀγαθὸν πᾶσι τοῖς ὑπηκόοις, μήτε κατὰ ἀντιπάθειαν τιμωρῶν, μήτε κατὰ προσπάθειαν ἀγαθοποιῶν, ἀλλ᾿ ἀνάλογος τις ἀγωνοθέτης τὰ βραβεῖα παρεχόμενος. β´. Σκοπὸς τῷ βασιλεῖ τῶν τε ὄντων καὶ ὑπαρχόντων δυνάμεων δι᾿ ἀγαθότητος ἡ φυλακή, καὶ ἀσφάλεια, καὶ τῶν ἀπολωλότων δι᾿ ἀγρύπνου ἐπιμελείας ἡ ἀνάληψις, καὶ τῶν ἀπόντων διὰ σοφίας καὶ δικαίων τροπαίων καὶ ἐπιτηδεύσεων ἡ ἀνάκτησις. γ´. Τέλος τῷ βασιλεῖ τὸ εὐεργετεῖν, διὸ καὶ εὐεργέτης λέγεται, καὶ ἡνίκα τῆς εὐεργεσίας ἐξατονήσῃ, δοκεῖ κιβδηλεύειν κατὰ τοῖς παλαιοὺς τὸν βασιλικὸν χαρακτῆρα. δ´. Ὑπόκειται ἐκδικεῖν καὶ διατηρεῖν ὁ βασιλεὺς πρῶτον μὲν πάντα τὰ ἐν τῇ θείᾳ γραφῇ γεγραμμένα, ἔπειτα δὲ καὶ τὰ παρὰ τῶν ἑπτὰ ἁγίων συνόδων δογματισθέντα, ἔτι δὲ καὶ τοὺς ἐγκεριμένους ῥωμαϊκοὺς νόμους. ε´. Ἐπισημότατος ἐν ὀρθοδοξίᾳ καὶ εὐσεβείᾳ ὀφείλει εἶναι ὁ βασιλεύς, καὶ ἐν ζήλῳ θείῳ διαβόητος, ἔν τε τοῖς ὑπὲρ τῆς τριάδος δογματισθείσιν ἔν τε τοῖς ὑπὲρ τῆς οἰκονομίας λαμπρότατα καὶ ἀσφαλέστατα διὰ τὴν κατὰ σάρκα οἰκονομίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁρισθείσιν· τουτέστι τὸ ὁμοούσιον τῆς τρισυποστάτου θεότητος ἄτμητον καὶ ἀσυναίρετον διατηρῶν, καὶ τὴν ἐν, τῷ ἑνὶ Χριστῷ τῶν δύο φύσεων καθ᾿ ὑπόστασιν ἕνωσιν ὡσαύτως ἀσύγχυτον καὶ ἀδιαίρετον τέλειον θεὸν καὶ τέλειον ἄνθρωπον αὐτόν. καὶ τὰ τούτοις ἑπόμενα, οἷον ἀπαθῆ καὶ πάθητον, ἄφθαρτον καὶ φθαρτόν, ἀόρατον καὶ ὁρατόν, ἀναφῆ καὶ ἁπτόν, ἀπερίγραπτον καὶ περιγραπτόν, καὶ τὸ διττὸν τῶν θελήσεων καὶ τῶν ἐνεργειῶν χωρὶς ἐναντιότητος καὶ τὸ ἄγραπτον καὶ τὸ γραπτόν. ς´. Τὰ τοῖς παλαιοῖς νομοθετηθέντα τὸν βασιλέα δεῖ ἑρμηνεύειν, καὶ ἐκ τῶν ὁμοίων τέμνειν τὰ περὶ ὦν οὐ κεῖται νόμος. ζ´. Ἐν τῇ τῶν νόμων ἑρμηνείᾳ δεῖ καὶ τῇ συνηθείᾳ προσέχειν τῆς πόλεως. τὸ δὲ παρὰ κανόνας εἰσαγόμενον οὐκ ἐᾶται πρὸς ὑπόδειγμα. η´. Φιλαγάθως δεῖ τοὺς νόμους ἑρμηνεύειν τὸν βασιλέα· ἐν γὰρ τοῖς ἀμφιβόλοις τὴν φιλόκαλον ἑρμηνείαν προσιέμεθα. θ´. Οὐ δεῖ μεταποιεῖν τὰ πρόδηλον ἑρμηνείαν ἔχοντα. ι´. Περὶ ὦν ἔγγραφος οὐ κεῖται νόμος. παραφυλάττειν δεῖ τὸ ἔθος καὶ τὴν συνήθειαν, εἰ δὲ καὶ τοῦτο ἐκλείπει, ἀκολουθεῖν δεῖ τοῖς παραπλησίως ἔχουσι τῷ ζητουμένῳ. ια´. Ὥσπερ ἡ θέσις τοῦ νόμου ἡ ἔγγραφός ἐστιν ἤ ἄγραφος, οὕτω καὶ ἡ ἀναίρεσις αὐτοῦ ἡ δι᾿ ἐγγράφου γίνεται νόμου ἢ δι᾿ ἀγράφου, τουτέστι διὰ τῆς ἀχρηστίας. ιβ´. Τότε κεχρήμεθα τῇ συνηθείᾳ τινὸς πόλεως ἢ ἐπαρχίας, ὅτε ἀμφισβητηθεῖσα ἐν δικαστηρίῳ βεβαιωθῇ. τὰ δὲ μακρᾷ συνηθείᾳ δοκιμασθέντα καὶ ἐπὶ πολλοὺς ἐνιαυτοὺς φυλαχθέντα οὐχ ἧττον τῶν ἐγγράφων κρατοῦσιν. ΤΙΤΛΟΣ ΤΡΙΤΟΣ Περὶ Πατριάρχου Κεφ. α´. Πατριάρχης ἐστὶν εἰκὼν ζῶσα χριστοῦ καὶ ἔμψυχος, δ᾿ ἔργων καὶ λόγων χαρακτηρίζουσα τὴν ἀλήθειαν. β´. Σκοπὸς τῷ πατριάρχῃ, πρῶτον μέν, οὓς ἐκ Θεοῦ παρέλαβε εὐσέβεια καὶ σεμνότητι βίου διαφυλάξαι. ἔπειτα δέ, καὶ πάντας τοὺς αἱρετικοὺς κατὰ τὸ δυνατὸν αὐτῷ πρὸς τὴν ὀρθοδοξίαν καὶ τὴν ἕνωσιν τῆς ἐκκλησίας ἐπιστρέψαι (αἱρετικοὶ δὲ τοῖς νόμοις καὶ τοῖς κανόσι καλοῦνται καὶ οἱ τῇ καθολικῇ μὴ κοινωνοῦντες ἐκκλησία), ἔτι δὲ καὶ τοὺς ἀπίστους διὰ τῆς λαμπρᾶς καὶ περιφανεστάτης καὶ θαυμασίας αὐτοῦ πράξεως ἐκπλήττων μιμητὰς ποιήσαι τῆς πίστεως. γ´. Τέλος τῷ πατριάρχῃ ἡ τῶν καταπεπιστευμένων αὐτῷ ψυχῶν σωτηρία, καὶ τὸ ζῆν μὲν Χριστῷ, ἐσταυρῶσθαι δὲ τῷ κόσμῳ. δ´. Ἴδια πατριάρχου τὸ εἶναι διδακτικόν, τὸ πρὸς πάντας ὑψηλούς τε καὶ ταπεινοὺς ἀστενοχωρητως ἐξισοῦσθαι, καὶ πρᾷον μὲν εἶναι ἐν δικαιοσύνῃ, ἐλεγκτικὸν δὲ πρὸς τοὺς ἀπειθοῦντας, ὑπὲρ δὲ τῆς ἀληθείας καὶ τῆς ἐκδικήσεως τῶν δογμάτων λαλεῖν ἐνώπιον βασιλέως καὶ μὴ αἰσχύνεσθαι. ε´. Τὰ παρὰ τῶν παλαιῶν κανονισθέντα καὶ παρὰ τῶν ἁγίων πατέρων ὁρισθέντα καὶ παρὰ τῶν ἁγίων συνόδων ἐκτεθέντα· τὸν πατριάρχην μόνον δεῖ ἑρμηνεύειν. ς´. Τὰ παρὰ τῶν ἀρχαίων πατέρων ἐν συνόδοις ἢ ἐν ἐπαρχίαις ἰδικῶς καὶ καθολικῶς πραχθέντα καὶ οἰκονομηθέντα τὸν πατριάρχην δεῖ διαιτᾶν καὶ διακρίνειν. ζ´. Οἱ προγενέστεροι κανόνες καὶ εἰς τοὺς μεταγενεστέρους ἕλκονται, ὡσαύτως δὲ καὶ αἱ προγενέστεροι πράξεις καὶ οἰκονομίαι καὶ εἰς τοὺς μεταγενεστέρους ἕλκονται καὶ κρατοῦσιν, ἐπὶ τῶν ὁμοίων δηλονότι προσώπων τε καὶ πραγμάτων. η´. Τῆς πολιτείας ἐκ μερῶν καὶ μορίων ἀναλόγως τῷ ἀνθρώπῳ συνισταμένης, τὰ μέγιστα καὶ ἀναγκαιότατα μέρη βασιλεύς ἐστι καὶ πατριάρχης, διὸ καὶ ἡ κατὰ ψυχὴν καὶ σῶμα τῶν ὑπηκόων εἰρήνη καὶ εὐδαιμονία βασιλείας ἐστὶ καὶ ἀρχιερωσύνης ἐν πᾶσιν ὁμοφροσύνη καὶ συμφωνία. θ´. Ὁ Κωνσταντινουπόλεως θρόνος βασιλείᾳ ἐπικοσμηθεὶς ταῖς συνοδικαῖς ψήφοις πρῶτος ἀνεῤῥήθη, αἷς οἱ θεῖοι κατακολουθοῦντες νόμοι καὶ τὰς ὑπὸ τοὺς ἑτέρους θρόνους γινομένας ἀμφισβητήσεις ὑπὸ τὴν ἐκείνου προστάττουσιν ἀναφέρεσθαι διάγνωσιν καὶ κρίσιν. ι´. Πασῶν τῶν μητροπόλεων καὶ ἐπισκοπείων, μοναστηρίων τε καὶ ἐκκλησιῶν ἡ πρόνοια καὶ φροντίς, ἔτι δὲ καὶ κρίσις καὶ κατάκρισις καὶ ἀθώωσις, τῷ οἰκείῳ πατριάρχῃ ἀνάκειται. τῷ δὲ Κωνσταντινουπόλεως προέδρῳ ἔξεστι καὶ ἐν ταῖς τῶν ἄλλων θρόνων ἐνορίαις, ἐν οἷς οὔκ ἐστὶ προκαθιέρωσις ναοῦ, σταυροπήγια διδόναι, οὐ μὴν ἀλλὰ καὶ τὰς ἐν τοῖς ἄλλοις θρόνοις γινομένας ἀμφισβητήσεις ἐπιτηρεῖν καὶ διορθοῦσθαι καὶ πέρας ἐπιτιθέναι ταῖς κρίσεσιν. ια´. Τῶν ψυχικῶν ἁπάντων ἡ πρόνοια τῷ πατριάρχῃ ἀνάκειται, ἀναφέρεται δὲ καὶ εἰς ἑτέρους, οἷς ἂν ἐκεῖνος ἀναφέρεσθαι ὁρίσῃ. ὡσαύτως δὲ καὶ μετανοίας καὶ ἐπιστροφῆς ἀπό τε ἁμαρτημάτων καὶ αἱρέσεων αὐτὸς καὶ μόνος καθίσταται διαιτητής τε καὶ γνώμων, καὶ οὓς ἂν αὐτὸς ὁρίσῃ. καὶ κατὰ τὰς μητροπόλεις δὲ καὶ ἐπισκοπὰς τοῖς μητροπολίταις τε καὶ ἐπισκοποῖς ἡ αὐτὴ φυλάττεται τάξις καὶ ἐξουσία.

ΕΓΚΥΚΛΙΟΣ ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΜΕΓΑΛΟΥ ΦΩΤΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ


Ἐγκύκλιος Ἐπιστολὴ τοῦ Ἁγίου Φωτίου Πατριάρχου Κωνσταντινουπόλεως πρὸς τοὺς Ἀρχιερατικοὺς θρόνους τῆς Ἀνατολῆς (867)

Οὐκ ἦν ἄρα, ὡς ἔοικεν, κόρος τῷ πονηρῷ τῶν κακῶν, οὐδέ τι τῶν ἐφευρημάτων καὶ μηχανημάτων πέρας, ἃ κατὰ τοῦ ἀνθρωπίνου γένους ἐξ ἀρχῆς ἀνακινεῖν ἐμελέτησεν. Ἀλλὰ μυρίαις μὲν ὅσαις ἀπάταις πρὸ τῆς ἐν σαρκὶ τοῦ Δεσπότου παρουσίας τὸν ἄνθρωπον ὑπηγάγετο, εἰς ἀλλοφύλους καὶ παρανόμους ἀποβουκολήσας πράξεις, ἐξ ὧν καὶ τὴν κατ᾿ αὐτοῦ τυραννίδα κατὰ κράτος ἀνεδήσατο, μυρίαις δὲ καὶ μετὰ ταῦτα πλάναις καὶ δελεάσμασιν ὑποσκελίζειν καὶ παρασύρειν τοὺς αὐτῷ πειθομένους οὐ διέλιπεν. Ἐντεῦθεν Σίμωνες καὶ Μαρκίωνες, Μοντανοί τε καὶ Μάνητες καὶ ἡ ποικίλη καὶ πολύτροπος τῶν αἱρέσεων θεομαχία ἐπλήθυνεν. Ἐντεῦθεν Ἄρειος καὶ Μακεδόνιος καὶ Νεστόριος, Εὐτυχής τε καὶ Διόσκορος καὶ τὸ λοιπὸν τῆς ἀσεβείας σύνταγμα, καθ᾿ ὧν αἱ ἅγιαι καὶ Οἰκουμενικαὶ συνεκροτήθησαν ἑπτά σύνοδοι καὶ τῶν κατὰ τόπους ἱερῶν καὶ θεοφόρων ἀνδρῶν συνελέγη τὰ συστήματα, τὰς πονηρὰς παραφυάδας τῇ μαχαίρᾳ τοῦ Πνεύματος αὐτορρίζους ἐκθερίσαντες καὶ καθαρὸν παρασκευάσαντες ἀναφυῆναι τῆς Ἐκκλησίας τὸ λήιον. Ἀλλὰ τούτων ἐκποδὼν γεγενημένων καὶ σιγῇ καὶ λήθῃ παραδεδομένων, ἐλπὶς ἀγαθὴ καὶ βαθεῖα τοῖς εὐσεβέσιν ὑπετρέφετο μὴ ἄν ποτε καινοτέρων δυσσεβημάτων ἐφευρετὰς γενέσθαι, ἐν πᾶσιν οἷς ἐπείρασεν ὁ πονηρὸς εἰς τοὐναντίον αὐτῷ τῶν βουλευμάτων περιτραπέντων, μήτε μὴν τῶν ἤδη κατάκρισιν συνοδικῶς δεδεγμένων ὑπερασπιστάς τινας καὶ προμάχους ἀναφανῆναι, τῇ καταστροφῇ καὶ τῶ πάθει τῶν ἀρξάντων καὶ τῶν εἰς μίμησιν ἐκείνων ἐλθεῖν μελετώντων ἀνακοπτομένων. Καὶ ταύταις μὲν ταῖς ἐλπίσιν ὁ εὐσεβὴς λογισμὸς ἐπανεπαύετο, μάλιστα δὲ κατὰ τὴν βασιλεύουσαν πόλιν, ἐν ᾗ πολλὰ Θεοῦ συνεργίᾳ τῶν ἀνελπίστων κατώρθωται, πολλαὶ δὲ γλῶσσαι τὴν προτέραν διαπτυσάμεναι μυσαρότητα τὸν κοινὸν ἁπάντων πλάστην καὶ δημιουργὸν μεθ᾿ ἡμῶν ὑμνεῖν ἐδιδάχθησαν, ὥσπερ ἀπό τινος ὑψηλοῦ καὶ μετεώρου χώρου τὰς τῆς ὀρθοδοξίας πηγὰς τῆς βασιλίδος ἀναδιδούσης, καὶ καθαρὰ τῆς εὐσεβείας τὰ νάματα εἰς τὰ τῆς οἰκουμένης διαρρεούσης πέρατα, καὶ ποταμῶν δίκην ἀρδευούσης τοῖς δόγμασιν τὰς ἐκεῖσε ψυχάς. Αἵτινες χρόνος πολὺς ἐξ οὗ καταξηρανθεῖσαι τοῖς τῆς ἀσεβείας ἢ ἐθελοθρησκείας ὑπεκκαύμασιν καὶ εἰς ἐρήμους καὶ ἀγόνους ἀποχερσωθεῖσαι, ὅμως τὸν τῆς διδασκαλίας ὄμβρον ὑποδεξάμενοι τὸ Χριστοῦ γεώργιον καρποφοροῦσιν ἐνευθυνούμεναι. Καὶ γὰρ οἱ τὴν Ἀρμενίαν οἰκοῦντες, τῷ τῶν Ἰακωβιτῶν ἐνισχημένοι δυσσεβήματι καὶ πρὸς τὸ ὀρθὸν τῆς εὐσεβείας ἀπαυθαδιαζόμενοι κήρυγμα, ἀφ᾿ οὗπερ ἡ πολυάνθρωπος ἐκείνη καὶ ἁγία τῶν Πατέρων ἡμῶν κατὰ Καλχηδόνα συνεκροτήθη σύνοδος, τῶν ὑμετέρων εὐχῶν ἡμῖν ἐπαμυνόντων τὴν μακρὰν ἐκείνην πλάνην ἀποθέσθαι ἐνεδυναμώθησαν. Καὶ λατρεύει σήμερον καθαρῶς καὶ ὀρθοδόξως ἡ τῶν Ἀρμενίων λῆξις τὴν χριστιανῶν λατρείαν, Εὐτυχῆ καὶ Σεβῆρον καὶ Διόσκορον καὶ τοὺς κατὰ τῆς εὐσεβείας πετροβόλους Πέτρους καὶ τὸν Ἁλικαρνασέα Ἰουλιανὸν καὶ πᾶσαν αὐτῶν τὴν πολύσπορον διασποράν, ὡς ἡ καθολικὴ Ἐκκλησία, μυσαττομένη καὶ δεσμοῖς ἀλύτοις τοῦ ἀναθέματος ὑποβάλλουσα. Ἀλλά γε δὴ καὶ Βουλγάρων ἔθνος βαρβαρικὸν καὶ μισόχριστον εἰς τοσαύτην

ΕΠΙΣΤΟΛΗ ΑΓΙΟΥ ΤΑΡΑΣΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ


Ἐπιστολὴ τοῦ Ταρασίου Κωνσταντινουπόλεως, πρὸς Ἀδριανὸν Πάπαν Ῥώμης, περὶ τοῦ μὴ ἐπὶ χρήμασι γίνεσθαι τὰς χειροτονίας. Περὶ τοῦ μὴ ἐπὶ χρήμασι γίνεσθαι τὰς χειροτονίας.

Τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀδελφῷ καὶ συλλειτουργῷ κυρίῳ Ἀδριανῷ, πάπᾳ τῆς πρεσβυτέρας Ῥώμης, Ταράσιος ἐλέῳ Θεοῦ ἐπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης, ἐν Κυρίῳ χαίρειν. Πολυμερῶς καὶ πολυτρόπως, εὐαγγελικῶς, ἀποστολικῶς τε καὶ πατρικῶς διδασκόμεθα, ἀφιλάργυρον τὸν τρόπον ἔχειν ἐν τῇ τῆς ἱερωσύνης ἁγιστείᾳ καὶ μὴ χρυσίζεσθαι ἢ ἀργυρίζεσθαι ἤ τι σφετερίζεσθαι ἐπὶ χειροτονίᾳ παντὸς ἱερατικοῦ ἀνδρός, ὡς ὑποδείξομεν ἐν ταῖς καθυποτεταγμέναις χρήσεσιν ἀπό τε γραφικῶν θεηγοριῶν καὶ πατρικῶν διδασκαλιῶν. Οἱ γὰρ ἐπιτιθέντες χεῖρας ὑπηρέται τοῦ Πνεύματος εἰσιν, οὐχὶ πρᾶται τοῦ Πνεύματος, δωρεὰν γὰρ λαμβάνοντες τὴν χάριν τοῦ Πνεύματος, δωρεὰν δίδοσθαι τοῖς παρ᾿ αὐτῶν μεταλαμβάνουσιν ἀπεφήναντο, ἐκ τῆς Κυριακῆς φωνῆς ταύτην τὴν ἐλευθεριότητα εἰληφότες. Εἰ δέ τις ἐλεγχθείη χρυσίῳ ταύτην ὠνησάμενος, ἀποκήρυκτον διαγορεύουσι τὸν τοιοῦτον τῆς ἱερατικῆς τάξεως. Εἰ γὰρ καὶ ὀνόματι τὴν ἱερωσύνην κεκλήρωται, ἀλλ᾿ οὖν διαψεύδεται ὁ λόγος ἐπὶ τῷ πράγματι· Οὐδεὶς γὰρ Θεῷ δουλεύειν δύναται καὶ μαμωνᾷ, ὡς εὐαγγελικῶς ἐμάθομεν. Καὶ ἐπειδὴ ἠκούσαμεν προφητικῶς τοῦ Θεοῦ βοῶντος· Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ, αὖθίς τε ἐπαπειλοῦντος καὶ λέγοντος· Ὁ σκοπὸς ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην καὶ μὴ σημάνῃ τῇ σάλπιγγι, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐλθοῦσα ἡ ρομφαία λάβῃ ἐξ αὐτῶν ψυχήν, τὸ αἷμα ἐκ τῆς χειρὸς τοῦ σκοποῦ ἐκζητήσω, φόβῳ τοῦ τῆς σιωπῆς παραγγέλματος ἤ κατακρίματος, ἀναγγέλλομεν τοῖς προέδροις πᾶσι τῶν καθ᾿ ἡμᾶς ἐκκλησιῶν, ἵνα μετὰ παρρησίας κατὰ τὸν θεῖον ἀπόστολον εἴπωμεν· Καθαροί ἐσμεν ἀπὸ τοῦ αἵματος τῶν παραβαινόντων τὰς κανονικὰς διατάξεις, καὶ πάνυ γε μᾶλλον τῶν ἐπὶ χρήμασι χειροτονησάντων ἢ χειροτονοηθέντων, Πέτρου τοῦ θείου ἀποστόλου, οὗ καὶ τὴν καθέδραν ἐκληρώσατο ἡ ἀδελφικὴ ὑμῶν ἁγιότης, ὡς Σίμωνα τὸν μάγον, τούτους καθελόντος. Τούτου ἕνεκεν οὐχ ὑποστελλόμεθα τοῦ ἀναγγέλλειν τὴν ἀλήθειαν, φυλάττοντες καὶ κρατοῦντες τὰ παρὰ τῶν ἁγίων Ἀποστόλων καὶ τῶν ἀοιδίμων Πατέρων ἡμῶν κανονικῶς ἐκδοθέντα καί, εἴ τι τούτων παρεβάθη ὑπό τινων, βδελυττόμεθα. Ἡ γοῦν ἀδελφικὴ ἡμῶς ἱεροπρεπὴς ἀρχιερωσύνη, ἡ ἐνθέσμως καὶ κατὰ Θεοῦ βούλησιν πρυτανεύουσα τὴν ἱεραρχικὴν ἀγιστείαν, διαβόητος ἔχει την δόξαν. Εἴρηκε γὰρ διὰ τοῦ Προφήτου ὁ μέγας καὶ πρῶτος ἀρχιερεὺς Χριστὸς ὁ Θεὸς ἡμῶν· Ζῶ ἐγώ, ἀλλ᾿ ἢ τοὺς δοξάζοντάς με δοξάδω. Οἶδας γάρ, ἄνευ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, ὅτι φορητοτέρα μᾶλλόν ἐστι Μακεδονίου καὶ τῶν ἀμφ᾿ αὐτὸν Πνευματομάχων ἡ δυσσεβὴς αἵρεσις. Ἐκείνων γάρ κτίσμα καὶ δοῦλον τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἅγιον Πνεῦμα ληρῳδούντων, οὗτοι ἑαυτῶν, ὡς δοκοῦσι, δοῦλον αὐτὸ ποιοῦσι. Πᾶς γὰρ δεσπότης, ὅτι ἂν ἔχοι, εἰ βούλοιτο, πιπράσκει, εἴτε οἰκέτην, εἴτε ἕτερον, ὃ κέκτηται. Ὡσαύτως καὶ ὁ ἀγοράζων, δεσπότης βουλόμενος εἶναι τοῦ ἠγορασμένου, διὰ τιμῆς ἀργυρίου τοῦτο κτᾶται. Οὕτως, οἱ ταύτην τὴν ἄθεσμον πρᾶξιν ἐργαζόμενοι, καταβιβάζουσι τὸ Πνεῦμα τὸ ἅγιον, ἴσα ἁμαρτάνοντες τοῖς βλασφημοῦσιν ἐν Βεελζεβοὺλ ἐκβάλλειν τὰ δαιμόνια τὸν Χριστὸν ἤ, τό γε ἀληθέστερον εἰπεῖν, παρεοίκασιν Ἰούδᾳ τῷ προδότῃ, ὃς τοῖς θεοκτόνοις Ἰουδαίοις τιμῆς ἀργυρίου τὸν Χριστὸν ἀπεμπολήσατο. Ὡς οὖν τὸ ἅγιον Πνεῦμα ὁμοούσιόν ἐστι Χριστῷ τῷ Θεῷ ἡμῶν, τῆς αὐτῆς, παντί που δῆλον, ἔσονται μερίδος, ὡς ἀποδέδεικται. Εἰ δὲ οὐ πιπράσκεται, πρόδηλον γὰρ ὅτι οὐδαμῶς, ἀναμφιλέκτως οὐκ ἔστιν ἐν αὐτοῖς ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἤτοι ἡ τῆς ἱερωσύνης ἁγιστεία· καὶ εἰ οὐκ ἔλαβον, οὐδὲ ἔχουσι. Μνησθήτωσαν γὰρ τοῦ ἁγίου Πέτρου πρὸς τὸν τοῦτο ἐπιτηδεύσαντα, οὕτω λέγοντος· Οὐκ ἔστι σοι μερίς, οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ. Εἰ γὰρ ἀπεμπολεῖται ἡ τῆς ἱερωσύνης ἀξία, ἄρα περιττὴ αὐτοῖς ἡ κατὰ τὸν βίον σεμνὴ πολιτεία καὶ ἡ ἐν ἁγνείᾳ καὶ ἀρετῇ ἀναστροφή.

ΕΠΙΣΤΟΛΗ ΓΕΝΝΑΔΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΚΑΙ ΤΗΣ ΣΥΝ ΑΥΤῼ ΑΓΙΑΣ ΣΥΝΟΔΟΥ (459)


Ἐπιστολὴ τοῦ Γενναδίου Κωνσταντινουπόλεως, πρὸς ἅπαντας τοὺς ὁσιωτάτους μητροπολίτας καὶ πρὸς τὸν πάπαν Ῥώμης. Περὶ τῶν Σιμωνιακῶν.

Τῷ θεοφιλεστάτῳ συλλειτουργῷ (τῷδε), Γεννάδιος καὶ ἡ ἐνδημοῦσα τῇ βασιλίδι Κωνσταντινουπόλει, νέᾳ Ῥώμῃ, ἁγία σύνοδος. Ὁ Δεσπότης ἡμῶν καὶ Θεὸς καὶ Σωτὴρ Ἰησοῦς Χριστός, ἐγχειρίσας τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς τοῦ Εὐαγγελίου τὸ κήρυγμα καὶ διδασκάλους τούτους ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἀνθρώποις ἐξαποστείλας, παρεκελεύσατο διαρρήδην, ἣν εἰλήφασι παρ᾿ αὐτοῦ δωρεάν, ταύτην καὶ αὐτοὺς τοῖς ἀνθρώποις μεταδιδόναι δωρεάν, μὴ κτωμένους ὑπὲρ αὐτῆς χαλκὸν ἢ ἄργυρον ἢ χρυσὸν ἤ τινα περιουσίαν ἄλλην ὅλως, ὑλικὴν ἢ γεώδη· μὴ γὰρ εἶναι τῶν ἐπουρανίων καὶ πνευματικῶν χαρισμάτων ἀμοιβὴν τὰ γεηρὰ καὶ ἐπίκηρα. Ταύτην τὴν ἐντολὴν οὐ μόνον ἐκείνοις, ἀλλὰ καὶ ἡμῖν δι᾿ ἐκείνων ἐνετείλατο, οὕς εἰς τὸν οἰκεῖον βαθμόν τε καὶ τόπον ὑπεισαγαγεῖν κατηξίωσε. Καὶ δεῖ, καθάπερ ἐκεῖνοι τότε, καὶ ἡμᾶς νῦν ἀκριβῶς φυλάττειν τε καὶ παρατηρεῖν καὶ μὴ σοφίζέσθαι τὰ ἄσοφα, μηδὲ κύβον ἀναρριπτεῖν ἐπικίνδυνον. Δωρεάν, φησίν, ἐλάβετε, δωρεὰν δότε. Μὴ κτήσησθε χαλκόν, μηδὲ ἄργυρον, μήτε χρυσὸν εἰς τὰς ζώνας ἡμῶν. Ἁπλοῦς καὶ σαφὴς ὁ τῆς ἐντολῆς ταύτης λόγος ἐστίν, οὐδὲν ποικῖλον ἔχων, οὐδὲ δυσέφικτον, οὐδὲ σοφιστικῆς δεόμενον ἐξηγήσεως, παρ᾿ ἐμοῦ, φησίν, ἐδέξασθε τὸ τῆς ἱερωσύνης ἀξίωμα. Εἰ μὲν ὑπὲρ αὐτοῦ μοι μικρὸν ἢ μέγα τι κατεβάλεσθε καὶ τοῦτο ὑμῖν πέπραται παρ᾿ ἐμοῦ, πωλεῖτε καὶ ὑμεῖς ἑτέροις αὐτό, εἰ δὲ δωρεὰν εἰλήφατε, δότε καὶ ὑμεῖς δωρεάν. Τί τῆς ἐντολῆς ταύτης σαφέστερον; Τί δὲ τοῖς πειθαρχοῦσι λυσιτελέστερον; Οὐαὶ τῷ ὄντι τοῖς κτήσασθαι τὴν τοῦ Θεοῦ δωρεὰν ἢ διδόναι ταύτην διὰ χρημάτων ὑπειληφόσιν· εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας οἱ τοιοῦτοι κατὰ τὴν ἀπόφασιν τοῦ ἁγίου Πέτρου ὑπάρχουσι, συλληφθέντες ὑπὸ τῆς ἑαυτῶν φιλαργυρίας. Ὅθεν καὶ τῶν ὁσίων καὶ μακαρίων Πατέρων τῶν τῆς ἁγίας καὶ μεγάλης οἰκουμενικῆς συνόδου τῆς ἐν Χαλκηδόνι συναχθείσης, τῷ δεσποτικῷ τούτῳ νόμῳ συνᾴδων ὁ περὶ τούτου κανών, ἡμῖν σαφῶς οὑτωσί λέξεσιν αὐταῖς ἐκπεφώνηται· Εἴ τις ἐπίσκοπος ἐπὶ χρήμασι χειροτονίαν ποιήσαιτο καὶ εἰς πρᾶσιν καταγάγοι τὴν ἄπρατον χάριν, καὶ χειροτονήσοι ἐπὶ χρήμασιν ἐπίσκοπον ἢ χωρεπίσκοπον ἢ πρεσβύτερον ἢ διάκονον ἢ ἕτερόν τινα τῶν ἐν τῷ κλήρῳ καταριθμουμένων, ἤ προβάλοιτο ἐπὶ χρήμασιν οἰκονόμον ἢ ἔκδικον ἢ παραμονάριον ἢ ὅλως τινὰ τοῦ κλήρου, δι᾿ αἰχροκέρδειαν οἰκείαν, ὁ τοῦτο ἐπιχειρήσας, ἐλεγχθείς, κινδυνευέτω περὶ τὸν οἰκεῖον βαθμόν, καὶ ὁ χειροτονούμενος μηδὲν ἐκ τῆς κατ᾿ ἐμπορίαν ὠφελείσθω χειροτονίας ἢ προβολῆς, ἀλλ᾿ ἔστω ἀλλότριος τῆς ἀξίας ἢ τοῦ φροντίσματος, οὗπερ ἐπὶ χρήμασιν ἔτυχεν. Εἰ δέ τις καὶ μεσιτεύων φανείη τοῖς αἰσχροῖς τούτοις καὶ ἀθεμίτοις λήμμασι, καὶ οὗτος, εἰ μὲν κληρικὸς εἴη, τοῦ οἰκείου ἐκπιπτέτω βαθμοῦ· εἰ δέ λαϊκὸς ἢ μονάζων, ἀναθεματιζέσθω. Κάλλιστα καὶ λίαν εὐσεβῆ τοῦ κανόνος τῶν ἁγίων Πατέρων ὑπάρχει τὰ παραγγέλματα, πᾶσαν ἔφοδον σατανικὴν καὶ πᾶν ἐγχείρημα διαβολικόν, κατὰ τῆς πνευματικῆς φερόμενον δωρεᾶς, ἀπωθούμενά τε καὶ ἀνακόπτοντα. Οὐ βούλεται γὰρ οὐδαμῶς διὰ χρημάτων γίνεσθαι τῆς χειροτονίας τὴν προβολὴν ἢ ὑποδέχεσθαι, οὔτε παρὰ τοῦ ταύτην ἐνεργοῦντος, οὔτε παρὰ τοῦ τῆς χειροτονίας τὴν προβολὴν ὑποδεχομένου. Ἀλλ᾿ οὐδὲ πρὸ τοῦ καιροῦ τῆς χειροτονίας, οὐδὲ μετὰ τὸν καιρὸν τῆς χειροτονίας, οὐδὲ κατὰ τὸν καιρὸν αυτὸν τῆς χειροτονίας, ὑπὲρ τῆς χειροτονίας δίδοσθαι χρήματα συγχωρεῖ, καθόλου γὰρ τὴν ἐπὶ τῷ πράγματι τούτῳ δωροδοκίαν ἀπέφησεν. Ὅμως ἐπειδὴ νῦν καίτοι προδήλως τούτων οὕτω κεκωλυμένων, ἐφωράθησάν τινες κατὰ τὴν Γαλατῶν, ὀλιγωροῦντες καὶ παραβαίνοντες δι᾿ αἰσχροκέρδειαν καὶ φυλαργυρίαν τὰ σωτήρια ταῦτα καὶ φιλάνθρωπα παραγγέλματα, εὖ ἔχειν ἔδοξε καὶ ἡμῖν, αὐτὰ ταῦτα πάλιν ἀνανεώσασθαι μετὰ τῆς ἁγίας συνόδου, τῆς ἐνδημούσης ἐν ταύτῃ τῇ βασιλευούσῃ νέᾳ Ῥώμῃ, ὥστε, δίχα πάσης ἐπινοίας καὶ πάσης προφάσεως καὶ παντὸς σοφισμοῦ, τὴν ἀσεβῆ καὶ βδελυρὰν ταύτην, οὐκ οἶδ᾿ ὅπως, ἐπεισελθοῦσαν συνήθειαν ταῖς ἁγιωτάταις ἐκκλησίαις, παντελῶς ἐκτεμεῖν, ἵνα ἀληθῶς ἀκαπηλεύτου καὶ καθαρᾶς παρὰ τῶν ἀρχιερέων τῆς ἐπὶ τῶν χειροτονουμένων ἀναρρήσεως γινομένης, ἄνωθεν ἡ τοῦ ἁγίου Πνεύματος χάρις ἐπιφοιτᾷ, ὡς νῦν γε, οὐκ οἶδα, εἰ διὰ χρημάτων τὴν προβολὴν ποιουμένων, καὶ οὐ τῆς χειρὸς καθαρῶς ἐνεργούσης, ἐπιφοιτᾷ τῷ προχειριζομένῳ κατὰ τὴν φωνὴν τοῦ κηρύγματος, καὶ οὐχὶ συστέλλεται μᾶλλον ἡ τοῦ ἁγίου Πνεύματος χάρις. Ἴσθι τοίνυν τὰ πάντα, θεοσεβέστατε, πάντα τὸν ὁντιναοῦν ἁλισκόμενον ἐπὶ τοιούτῳ τινὶ ἐπίσκοπον ἢ χωρεπίσκοπον ἢ περιοδευτὴν ἢ πρεσβύτερον ἢ διάκονον ἢ ἄλλον ὁντιναδήποτε τοῦ κανόνος, ἢ λαικόν, κοινῷ δόγματι τῶν ἀρχιερέων κατακεκρίσθαι καὶ κοινῇ ψήφῳ, καθὼς περὶ τούτου καὶ ὁ τῶν ἁγίων Πατέρων κανὼν φθάσας διαλαλεῖ. Δεῖ γὰρ εἶναι χάριν τὴν χάριν καὶ μηδαμοῦ παρ᾽ αὐτῇ μεσιτεύειν ἀργύριον

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΘΕΟΦΙΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ


Κανὼν α´ τοῦ Θεοφίλου Ἀλεξανδρείας. Περὶ τῆς ἐν τῇ παραμονῇ τῶν Θεοφανείων νηστείας, εἰ τύχῃ ἐν Κυριακῇ.

Προσφώνησις, τῶν Ἁγίων θεοφανείων ἐπιστάντων ἐν Κυριακῆ. Καὶ τὸ ἔθος καὶ τὸ πρέπον ἡμᾶς ἀπαιτεῖ πᾶσαν Κυριακὴν τιμᾶν καὶ ἐν ταύτῃ πανηγυρίζειν, ἐπειδήπερ ἐν ταύτῃ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἐκ νεκρῶν ἀνάστασιν ἡμῖν ἐπρυτάνευσε. Διὸ ἐν ταῖς ἱεραῖς Γραφαῖς καὶ πρώτη κέκληται, ὡς ἀρχὴ τῆς ζωῆς ἡμῖν ὑπάρχουσα, καὶ ὀγδόη, ἅτε δὴ ὑπεραναβεβηκυΐα τῶν Ἰουδαίων σαββατισμόν, Ἐπεὶ οὖν συνέβη τὴν τῶν ἁγίων Θεοφανείων νήστιμον ἡμέραν εἶναι, ταύτην οἰκονομήσωμεν καὶ πρὸς ἑκάτερον ἐπιστημόνως χωρήσομεν, ἵνα, μεταλαμβάνοντες ὀλίγων φοινίκων, ἐκκλίνωμεν ἅμα καὶ τὰς αἱρέσεις τὰς μὴ τιμώσας τὴν ἀναστάσιμον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἡμέραν, καὶ τὸ ὀφειλόμενον τῇ νηστίμῳ ἡμέρᾳ ἀποδῶμεν, περιμένοντες τὴν ἑσπερινὴν σύναξιν, ἥτις ἐνταῦθα, Θεοῦ θέλοντος, τελεῖται. Συναχθῶμεν τοίνυν ἀπὸ ὥρας ἐνάτης ἐνταῦθα.

Κανὼν β´ τοῦ Θεοφίλου Ἀλεξανδρείας. Περὶ τοῦ πῶς χρηστέον τοῖς ἀρειανίσασιν ἐπισκόποις.

Περὶ τῶν κοινωνησάντων τοῖς Ἀρειανοῖς καὶ μέχρι τοῦ νῦν τὰς ἐκκλησίας κατεχόντων, ὡς ἔχει τὸ ἔθος γινέσθω. Οὕτω μέν τοι, ὥστε ἑτέρους καταστῆναι, μαρτυρουμένους ἐν ὀρθοδοξίᾳ, κἀκείνους αὐλίζεσθαι. Οὕτως οἰκονομουμένων καὶ τούτων, ὥσπερ καὶ ἐν ταῖς ἄλλαις πόλεσι πεποιήκασιν οἱ ἐν τῇ Θηβαΐδι ὀρθόδοξοι ἐπίσκοποι, οἱ καταστάντες παρὰ Ἀπόλλωνος τοῦ ἐπισκόπου καὶ κοινωνήσαντες τοῖς ἔχουσι τὰς ἐκκλησίας Ἀρειανοῖς ἐπιτιμάσθωσαν, εἴ γε γνώμῃ ἑαυτῶν πεποιήκασι τοῦτο. Εἰ δὲ ὑπήκοοι γεγόνασι τῷ οἰκείῳ ἐπισκόπῳ, αὐλιζέσθωσαν ὡς μὴ ἐπεγνωκότες τὸ εὔλογον. Καὶ εἰ μὲν πάντες οἱ λαοὶ τούτους ἀποποιοῦνται μετὰ τῶν ἄλλων, ἕτεροι χειροτονείσθωσαν· εἰ δὲ ἀντιποιοῦνται αὐτῶν μετ᾿ ἐκείνων, οἷς κεκοινωνήκασι, ταύτης καὶ οὗτοι ἀποπειράσθωσαν τῆς συνηθείας, ᾗ ἐχρήσαντο οἱ ἐν Θηβαΐδι πάντες ὀρθόδοξοι ἐπίσκοποι.

Κανὼν γ´ τοῦ Θεοφίλου Ἀλεξανδρείας. Περὶ πρεσβυτέρου, εἰ ἐβιάσατο πρὸ τῆς χειροτονίας αὐτοῦ γυναῖκα ἀποταξαμένην, ζῶντος τοῦ ἰδίου ἀνδρός.

Περὶ Βίστου, καταστάντος Ἐρέβῃ πρεσβυτέρου, ζητητέον· καὶ εἰ μὲν ἀποταξαμένην τινὰ ζῶντος τοῦ ἀνδρὸς ἐβιάσατο, μὴ συγχωρείσθω εἶναι πρεσβύτερος, ὅπου γε οὐδὲ ὡς λαϊκὸς ὀφείλει συνάγεσθαι, τῆς Ἐκκλησίας εἰωθυίας τοὺς τοιούτους χωρίζειν. Οὐ φέρει δὲ τοῦτο πρόκριμα τῷ ἐπισκόπῳ Ἀπόλλωνι, εἰ ἐξ ἀγνοίας αὐτὸν κατέστησε, τῆς ἁγίας συνόδου κελευσάσης, τοὺς ἀναξίους μετὰ τὴν χειροτονίαν ἐλεγχομένους ἐπὶ ἐγκλήματι ἐκβάλλεσθαι.

Κανὼν δ´ τοῦ Θεοφίλου Ἀλεξανδρείας. Περὶ κληρικοῦ, ὃν καθεῖλεν ὁ οἰκεῖος ἐπίσκοπος.

Περὶ δὲ Σούρ, ἐπειδὴ ὁ ἐπίσκοπος Ἀπόλλων διεβεβαιώσατο καὶ ἀπεσταλκέναι τοῦτον καὶ ἀλλότριον τῆς Ἐκκλησίας πεποιηκέναι, ἔστω οὕτως ὡς ἀπεφήνατο ὁ ἐπίσκοπος, χρωμένου ἐκείνου ταῖς οἰκείαις δικαιολογίαις, εἴ γε βούλεται καὶ μέμφεται τὴν ἀπόφασιν τοῦ ἐπισκόπου.

Κανὼν ε´ τοῦ Θεοφίλου Ἀλεξανδρείας. Περὶ διακόνου, εἰ πρὸ τοῦ βαπτίσματος τὴν οἰκείαν ἀδελφιδῆν ἔγημε.

Περὶ δὲ Πανούφ, τοῦ καταστάντος διακόνου ἐν τῇ Λυκῷ, δεῖ ζητῆσαι καί, εἰ μὲν εὑρεθείη οὗτος ἔτι κατηχούμενος τυγχάνων, τὴν ἀδελφιδῆν ἑαυτοῦ πρὸς γάμου κοινωνίαν δεξάμενος, μετὰ δὲ τὸ βάπτισμα εἰς κλῆρον ἀχθείς, μενέτω ἐν τῷ κλήρῳ, εἴ γε κεκοίμηται ἐκείνη καὶ μετὰ τὸ βάπτισμα οὐκ ἐκοινώνησεν αὐτῇ. Εἰ δὲ πιστὸς τυγχάνων τὴν αὐτὴν ἀδελφιδῆν ἑαυτοῦ πρὸς γάμου κοινωνίαν ἐδέξατο, ἔστω τοῦ κλήρου ἀλλότριος, οὐ γὰρ πρόκριμα τῷ ἐπισκόπῳ φέρει Ἀπόλλωνι, εἰ ἐξ ἀγνοίας κατέστησεν αὐτόν.

Κανὼν ς´ τοῦ Θεοφίλου Ἀλεξανδρείας. Περὶ ἀναγνώστου, εἰ ἐπόρνευσε, καὶ αὖθις ἐχειροτονήθη.

Περὶ Ἰακὼβ χρὴ ζητῆσαι, εἰ ἀναγνώστης ὤν, ἐγκλήματι πορνείας ὑπεύθυνος ἐδείχθη καὶ παρὰ τῶν πρεσβυτέρων ἐξεβλήθη, εἶτα κεχειροτόνηται, οὗτος βαλλέσθω, ἀκριβοῦς ἐξετάσεως γενομένης καὶ μὴ μόνον ἐκ ψιθυρισμῶν ἢ κακολογιῶν ὑποψίας εἰς αὐτὸν γενομένης. Εἰ δὲ μὴ εὑρεθείη ὑπεύθυνος, μενέτω ἐν τῷ κλήρῳ, οὐ γὰρ δεῖ ταῖς ματαίαις διαβολαῖς προσέχειν.

ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ


Τοῦ Γρηγορίου τοῦ Θεολόγου. Ἐκ τῶν ἐμμέτρων αὐτοῦ ποιημάτων. Περὶ τοῦ τίνα χρὴ ἀναγινώσκεσθαι βιβλία ἐκ τῆς Παλαιᾶς καὶ Νέας Διαθήκης.

Ὄφρα δὲ μὴ ξείνῃσι νόον κλέπτοιο βίβλοισι, πολλαὶ γὰρ τελέθουσι παρέγγραπτοι κακότητες, δέχνυσο τοῦτον ἐμοῖο τὸν ἔγκριτον, ὦ φίλ᾿ ἀριθμόν. Ἱστορικαὶ μὲν ἔασι βίβλοι δυοκαίδεκα πᾶσαι) τῆς ἀρχαιοτέρας ἑβραϊκῆς σοφίης. Πρωτίστη Γένεσις· εἶτα Ἔξοδος, Λευϊτικόν τε· ἔπειτ᾿ Ἀριθμοί· εἶτα Δεύτερος νόμος· ἔπειτ᾿ Ἰησοῦς, καὶ Κριταί· Ῥούθ, ὀγδόη· Ἡ δ᾿ ἐνάτη δεκάτη τε βίβλοι, πράξεις Βασιλήων, καὶ Παραλειπόμεναι· ἔσχατον Ἔσδραν ἔχεις. Αἱ δὲ στιχηραὶ πέντε, ὧν πρῶτός γ᾿ Ἰώβ· ἔπειτα Δαυίδ, εἶτα τρεῖς Σολομώντειαι, Ἐκκλησιαστής, ᾎσμα, καὶ Παροιμίαι· καὶ πένθ᾿ ὁμοίως Πνεύματος προφητικοῦ. Μίαν μέν εἰσίν ἐς γραφήν οἱ δώδεκα, Ὠσηέ, κ᾿ Ἀμώς, καὶ Μιχαίας ὁ τρίτος· ἔπειτ᾿ Ἰωήλ, εἶτ᾿ Ἰωνᾶς, Ἀβδίας, Ναούμ τε, Ἀββακούμ τε καὶ Σοφονίας, Ἀγγαῖος, εἶτᾳ Ζαχαρίας, καὶ Μαλαχίας. Μία μὲν οἵδε· δευτέρα δ᾿ Ἡσαΐας Ἔπειθ᾿ ὁ κληθεὶς Ἱερεμίας ἐκ βρέφους· εἶτ᾿ Ἰεζεκιήλ, καὶ Δανιήλου χάρις. Ἀρχαίας μὲν ἔθηκα δύω καὶ εἴκοσι βίβλους, τοῖς τῶν Ἑβραίων γράμμασιν ἀντιθέτους. Ἤδη δ᾿ ἀρίθμει καὶ νέου μυστηρίου· Ματθαῖος μὲν ἔγραψεν Ἑβραίοις θαύματα Χριστοῦ Μᾶρκος· δ᾿ Ἰταλίῃ, Λουκᾶς Ἀχαϊάδι· πᾶσι δ᾿ Ἰωάννης κήρυξ μέγας, οὐρανοφοίτης· ἔπειτα Πράξεις τῶν σοφῶν Ἀποστόλων. Δέκα δὲ Παύλου τέσσαρές τ᾿ ἐπιστολαί· ἑπτὰ δὲ καθολικαί, ὧν, Ἰακώβου μία, δύω δὲ Πέτρου, τρεῖς δ᾿ Ἰωάννου πάλιν· Ἰούδα δ᾿ ἐστὶν ἑβδόμη· πάσας ἔχεις. Ἐν δὲ τούτων ἐκτός, οὐκ ἐν γνησίαις.

ΑΓΙΟΥ ΑΜΦΙΛΟΧΙΟΥ ΙΚΟΝΙΟΥ

Τοῦ Ἁγίου Ἀμφιλοχίου Ἰκονίου. Ἐκ τῶν πρὸς Σέλευκον ἰάμβων. Περὶ τοῦ τίνα χρὴ ἀναγινώσκεσθαι βιβλία ἐκ τῆς Παλαιᾶς καὶ Νέας Διαθήκης.

Πλὴν ἀλλ᾿ ἐκεῖνο προσμαθεῖν μάλιστά σοι προσῆκον. Οὐχ ἅπασα βίβλος ἀσφαλής, Ἡ σεμνὸν ὄνομα τῆς Γραφῆς κεκτημένη. Εἰσί γάρ εἰσιν ἔσθ᾿ ὅτε ψευδώνυμοι Βίβλοι, τινὲς μὲν ἔμμεσοι καὶ γείτονες, Ὡς ἄν τις εἴποι, τῶν ἀληθείας λόγων· Αἱ δ᾿ ἄρα νόθοι τε καὶ λίαν ἐπισφαλεῖς, Ὥσπερ παράσημα καὶ νόθα νομίσματα, Ἅ βασιλέως μὲν τὴν ἐπιγραφὴν ἔχει, Κίβδηλα δ᾿ ἐστί, ταῖς ὕλαις δολούμενα. Τούτου χάριν σοι τῶν θεοπνεύστων ἐρῶ Βίβλον ἑκάστην. Ὡς δ᾽ ἂν εὐκρινῶς μάθῃς, Τὰς τῆς Παλαιᾶς πρῶτα Διαθήκης ἐρῶ. Ἡ Πεντάτευχος τὴν κτίσιν, εἶτ᾿ Ἔξοδον, Λευϊτικόν τε τὴν μέσην ἔχει βίβλον· μεθ᾿ ἣν Ἀριθμούς, εἶτα Δευτερονόμιον. Τούτοις Ἰησοῦν προστίθει καὶ τοὺς Κριτάς· Ἔπειτα τὴν Ρούθ, Βασιλειῶν τε τέσσαρας Βίβλους· Παραλειπομένων δέ γε δύω Βίβλοι· Ἔσδρας ἐπ᾽ αὐταῖς πρῶτος, εἶθ᾿ ὁ δεύτερος. Ἑξῆς στιχηρὰς πέντε σοι Βίβλους ἐρῶ· Στεφθέντα τ᾿ ἄθλοις ποικίλων παθῶν Ἰώβ, Ψαλμῶν τε βίβλον, ἐμμελες ψυχῶν ἄκος· Τρεῖς δ᾿ αὖ Σολομῶντος τοῦ Σοφοῦ· Παροιμίαι, Ἐκκλησιαστής, ᾎσμα τ᾿ αὖ τῶν ᾀσμάτων. Ταύταις Προφήτες προστίθει τοὺς δώδεκα· Ὠσηὲ πρῶτον, εἶτ᾿ Ἀμὼς τὸν δεύτερον, Μιχαίαν, Ἰωήλ, Ἀβδίαν, καὶ τὸν τύπον Ἰωνᾶν αὐτοῦ τοῦ τριημέρου πάθους, Ναοὺμ μετ᾿ αὐτούς, Ἀββακοὺμ εἶτ᾿ ἔνατον, Σοφονίαν, Ἀγγαῖόν τε, καὶ Ζαχαρίαν, Διώνυμόν τε ἄγγελον Μαλαχίαν. Μεθ᾿ οὓς Προφήτας μάνθανε τοὺς τέσσαρας, Παρρησιαστὴν τὸν μέγαν Ἡσαΐαν, Ἱερεμίαν τε συμπαθῆ, καὶ μυστικὸν Ἰεζεκιήλ, ἔσχατον δὲ Δανιήλ, Τὸν αὐτὸν ἔργοις καὶ λόγοις σοφώτατον· Τούτοις προσεγκρίνουσι τὴν Ἐσθὴρ τινές. Καινῆς Διαθήκης ὅρα μοι βίβλους λέγειν· Εὐαγγελιστὰς τέσσαρας δέχου μόνους, Ματθαῖον, εἶτα Μάρκον, οἷς Λουκᾶν τρίτον Προσθείς, ἀρίθμει τὸν Ἰωάννην χρόνῳ Τέταρτον, ἀλλὰ πρῶτον ὕψη δογμάτων, Βροντῆς γὰρ υἱὸν εἰκότως τοῦτον καλῶ, Μέγιστον ἠχήσαντα τῷ Θεοῦ λόγῳ. Δέχου δὲ βίβλον Λουκᾶ καὶ τὴν δευτέραν, Τὴν τῶν καθολικῶν Πράξεων Ἀποστόλων· Τὸ σκεῦος ἑξῆς προστίθει τῆς ἐκλογῆς, Τὸν τῶν ἐθνῶν κήρυκα, τὸν Ἀπόστολον Παῦλον, σοφῶς γράψαντα ταῖς ἐκκλησίαις Ἐπιστολὰς δὶς ἑπτά· Ῥωμαίοις μίαν, ᾗ χρὴ συνάπτειν πρὸς Κορινθίους δύο, Τὴν πρὸς Γαλάτας, τήν τε πρὸς Ἐφεσίους, Μεθ᾿ ἣν τὴν ἐν Φιλίπποις, εἶτα τὴν γεγραμμένην Κολοσσαεῦσι, Θεσσαλονικεῦσι δύο, Δύο Τιμοθέῳ, Τίτῳ δὲ καὶ Φιλήμονι, Μίαν ἑκάστῳ, καὶ πρὸς Ἑβραίους μίαν. Τινὲς δέ φασι τὴν πρὸς Ἑβραίους νόθον Οὐκ εὖ λέγοντες· γνησία γὰρ ἡ χάρις Εἶεν. Τί λοιπόν; Καθολικὰς ἐπιστολὰς Τινὲς μὲν ἑπτά φασιν, οἱ δὲ τρεῖς μόνας Χρῆναι δέχεσθαι, τὴν Ἰακώβου μίαν, Μίαν τε Πέτρου, τοῦ τ᾿ Ἰωάννου μίαν. Τινὲς δὲ τὰς τρεῖς, καὶ πρὸς αὐταῖς τὰς δύο Πέτρου δέχονται, τὴν Ἱούδα δ᾿ ἑβδόμην· Τὴν δ᾿ Ἀποκάλυψιν τοῦ Ἰωάννου πάλιν, Τινὲς μὲν ἐγκρίνουσιν, οἱ πλείους δέ γε Νόθον λέγουσιν. Οὗτος ἀψευδέστατος Κανὼν ἂν εἴη τῶν θεοπνεύστων Γραφῶν.

ΑΠΟΚΡΙΣΕΙΣ ΤΙΜΟΘΕΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ


Ἀπόκρισις α´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Περὶ μεταλαβόντος ἐν ἀγνοίᾳ κατηχουμένου.

Ἐὰν παιδίον κατηχούμενον, ὡς ἐτῶν ἑπτά, ἢ ἄνθρωπος τέλειος, εὐκαιρήσῃ που προσφορᾶς γινομένης καὶ ἀγνοῶν μεταλάβῃ, τί ὀφείλει γίγνεσθαι περὶ αὐτοῦ; Ἀπόκρισις. Φωτισθῆναι ὀφείλει, παρὰ Θεοῦ γὰρ κέκληται.

Ἀπόκρισις β´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Περὶ τοῦ μὴ βαπτισθῆναι τὸν δαιμονῶντα.

Ἐὰν δαιμονιζόμενος κατηχούμενος ᾖ καὶ θελήσῃ οὗτος ἢ οἱ ἴδιοι αὐτοῦ, ἵνα λάβῃ τὸ ἅγιον βάπτισμα, εἰ ὀφείλει λαβεῖν ἢ οὔ, καὶ μάλιστα ἐὰν περὶ τὸν θάνατον ἐστίν; Ἀπόκρισις. Ἐὰν ὁ δαιμονιζόμενος μὴ καθαρισθῇ ἀπὸ τοῦ ἀκαθάρτου πνεύματος, οὐ δύναται λαβεῖν τὸ ἅγιον βάπτισμα· περὶ δὲ τὴν ἔξοδον βαπτίζεται.

Ἀπόκρισις γ´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Περὶ τοῦ αὐτοῦ, εἰ μεταλαμβάνειν ἐκχωρεῖται.

Ἐὰν πιστός τις ὢν δαιμονίζηται, εἰ ὀφείλει μεταλαμβάνειν τῶν ἁγίων μυστηρίων ἤ οὔ; Ἀπόκρισις. Ἐὰν μὴ ἐξαγορεύῃ τὸ μυστήριον, μήτε ἄλλως πως βλασφημῇ, μεταλαμβανέτω, μὴ μέν τοι καθ᾿ ἑκάστην· ἀρκεῖ γὰρ αὐτῷ κατὰ Κυριακὴν μόνον.

Ἀπόκρισις δ´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Περὶ κατηχουμένου φρενητιάσαντος, εἰ ἐπιτρέπεται βαπτισθῆναι.

Ἐάν τις κατηχούμενος ὤν, ἀσθενῶν γένηται ἐκφρενὴς καὶ μὴ δύνηται ἑαυτῷ ὁμολογῆσαι τὴν πίστιν, καὶ παρακαλῶσιν οἱ ἴδιοι αὐτοῦ, ἵνα λάβῃ τὸ ἅγιον βάπτισμα ἕως ζῇ, εἰ ὀφείλει λαβεῖν ἢ οὔ; Ἀπόκρισις. Ὀφείλει λαβεῖν, ἐὰν μὴ ὑπὸ πνεύματος ἀκαθάρτου πειράζηται.

Ἀπόκρισις ε´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Περὶ τοῦ μὴ μεταλαμβάνειν τοὺς συγκαθευδήσαντας ὁμοζύγους.

Ἐὰν γυνὴ συγγένηται μετὰ τοῦ ἀνδρὸς αὐτῆς τὴν νύκτα, ἢ ἀνὴρ μετὰ τῆς γυναικός, καὶ γένηται σύναξις, εἰ ὀφείλουσι μεταλαβεῖν ἢ οὔ; Ἄπόκρισις. Οὐκ ὀφείλουσι, τοῦ ἀποστόλου βοῶντος· Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάζηται τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.

Ἀπόκρισις στ´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Περὶ τοῦ μὴ βαπτισθῆναι τὴν ἐν ἀφέδρῳ.

Ἐὰν γυνὴ κατηχουμένη δέδωκε τὸ ὄνομα αὑτῆς, ἵνα φωτισθῇ, καὶ περὶ τὴν ἡμέραν τοῦ βαπτίσματος γέγονεν αὐτῇ τὰ κατ᾿ ἔθος τῶν γυναικῶν, εἰ ὀφείλει φωτισθῆναι αὐτῇ τῇ ἡμέρᾳ ἢ ὑπερθέσθαι, καὶ πόσον ὑπερθέσθαι; Ἀπόκρισις. Ὑπερθέσθαι ὀφείλει ἕως οὗ καθαρισθῇ.

Ἀπόκρισις ζ´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Ὅτι καὶ βεβαπτισμένη οὐ μεταλαμβάνει ἐν ἀφέδρῳ οὖσα.

Ἐὰν γυνὴ ἴδῃ τὰ κατ᾿ ἔθος τῶν γυναικείων αὐτῆς, εἰ ὀφείλει προσέρχεσθαι τοῖς μυστηρίοις αὐτῇ τῇ ἡμέρᾳ ἢ οὔ; Ἀπόκρισις. Οὐκ ὀφείλει ἕως οὗ καθαρισθῇ.

Ἀπόκρισις η´, τοῦ Τιμοθέου Ἀλεξανδρείας. Περὶ τοῦ μὴ νηστεύειν τὴν γεννήσασαν.

Γυνή, ἐὰν γεννήσῃ τὸ Πάσχα, εἰ ὀφείλει νηστεῦσαι καὶ μὴ πιεῖν οἶνον ἢ ἀπολύεται τῆς νηστείας καὶ τοῦ μὴ πιεῖν οἶνον διὰ τὸ γεννῆσαι; Ἀπόκρισις. Ἡ νηστεία ἐπενοήθη διὰ τὸ τὸ σῶμα ταπεινῶσαι. Εἰ οὖν τὸ σῶμα ἐν ταπεινώσει ἐστὶ καὶ ἀσθενείᾳ, ὀφείλει μεταλαβεῖν, καθὼς βούλεται καὶ δύναται βαστάσαι τροφῆς καὶ ποτοῦ.

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ


Ἐπιστολὴ κανονικὴ Α´ τοῦ Μεγάλου Βασιλείου, πρὸς Ἀμφιλόχιον Ἰκονίου.

Ἀνοήτῳ, φησίν, ἐπερωτήσαντι σοφίαν, σοφία λογισθήσεται, σοφοῦ δέ, ὡς ἔοικεν, ἐπερώτημα καὶ τὸν ἀνόητον σοφίζει. Ὅπερ τῇ τοῦ Θεοῦ χάριτι συμβαίνει ἡμῖν, ὁσάκις ἄν σου δεξώμεθα τῆς φιλοπόνου ψυχῆς τὰ γράμματα, ἐπιστατικώτεροι γὰρ ἑαυτῶν καὶ ἐμφρονέστεροι γινόμεθα ἀπ᾿ αὐτῆς τῆς ἐρωτήσεως, πολλά, ὧν οὐκ ἐπιστάμεθα, διδασκόμενοι, καὶ γίνεται ἡμῶν διδάσκαλος ἡ περὶ τὸ ἀποκρίνεσθαι μέριμνα. Ἀμέλει καὶ νῦν, οὐδέποτε λαβόντες ἐν φροντίδι τὰ ἐπερωτήματά σου, ἠναγκάσθημεν καὶ ἐπισκέψασθαι ἀκριβῶς, καὶ εἴ τι ἠκούσαμεν παρὰ τῶν πρεσβυτέρων ἀναμνησθῆναι, καὶ τὰ συγγενῆ, ὧν ἐδιδάχθημεν, παρ᾿ ἑαυτῶν ἐπιλογίσασθαι.

Κανὼν α´ τοῦ Μεγάλου Βασιλείου. Τίνες ἀναβαπτίζονται;

Τὸ μὲν οὖν περὶ τοὺς Καθαροὺς ζήτημα καὶ εἴρηται πρότερον καὶ καλῶς ἀπεμνημόνευσας, ὅτι δεῖ τῷ ἔθει τῷ καθ᾿ ἑκάστην χώραν ἕπεσθαι, διὰ τὸ διαφόρως ἐνδιενεχθῆναι περὶ τοῦ βαπτίσματος αὐτῶν τοὺς τότε περὶ τούτων διαλαβόντας. Τὸ δὲ τῶν Πεπουζηνῶν οὐδένα μοι λόγον ἔχειν δοκεῖ καὶ ἐθαύμασα, πῶς κανονικὸν ὄντα τὸν μέγαν Διονύσιον παρῆλθεν. Ἐκεῖνο γὰρ ἔκριναν οἱ παλαιοὶ δέχεσθαι βάπτισμα, τὸ μη δὲν τῆς πίστεως παρεκβαῖνον. Ὅθεν, τὰς μὲν αἱρέσεις ὠνόμασαν, τὰ δὲ σχίσματα, τὰς δὲ παρασυναγωγάς. Αἱρέσεις μέν, τοὺς παντελῶς ἀπεῤῥηγμένους καὶ κατ᾿ αὐτὴν τὴν πίστιν ἀπηλλοτριωμένους, σχίσματα δέ, τοὺς δι᾿ αἰτίας τινὰς ἐκκλησιαστικὰς καὶ ζητήματα ἰάσιμα πρὸς ἀλλήλους διενεχθέντας, παρασυναγωγὰς δέ, τὰς συνάξεις τὰς παρὰ τῶν ἀνυποτάκτων πρεσβυτέρων ἢ ἐπισκόπων καὶ παρὰ τῶν ἀπαιδεύτων λαῶν γινομένας. Οἷον, εἴ τις ἐν πταίσματι ἐξετασθείς ἐπεσχέθη τῆς λειτουργίας καὶ μὴ ὑπέκυψε τοῖς κανόσιν, ἀλλ᾿ ἑαυτῷ ἐξεδίκησε τὴν προεδρίαν καὶ τὴν λειτουργίαν καὶ συναπῆλθον τούτῳ τινές, καταλιπόντες τὴν καθολικὴν ἐκκλησίαν, παρασυναγωγὴ τὸ τοιοῦτον· σχίσμα δέ, τὸ περὶ τῆς μετανοίας διαφόρως ἔχειν πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας· αἱρέσεις δέ, οἷον ἡ τῶν Μανιχαίων καὶ Οὐαλεντίνων καὶ Μαρκιωνιστῶν καὶ αὐτῶν τούτων τῶν Πεπουζηνῶν, εὐθὺς γὰρ περὶ τῆς αὐτῆς τῆς εἰς Θεὸν πίστεως ἐστιν ἡ διαφορά. Ἔδοξε τοίνυν τοῖς ἐξ ἀρχῆς, τὸ μὲν τῶν αἱρετικῶν παντελῶς ἀθετῆσαι, τὸ δὲ τῶν ἀποσχισάντων, ὡς ἔτι ἐκ τῆς Ἐκκλησίας ὄντων, παραδέξασθαι, τοὺς δὲ ἐν ταῖς παρασυναγωγαῖς, μετανοίᾳ ἀξιολόγῳ καὶ ἐπιστροφῇ βελτιωθέντας, συνάπτεσθαι πάλιν τῇ Ἐκκλησίᾳ, ὥστε πολλάκις καὶ τοὺς ἐν βαθμῷ συναπελθόντας τοῖς ἀνυποτάκτοις, ἐπειδὰν μεταμεληθῶσιν, εἰς τὴν αὐτὴν παραδέχεσθαι τάξιν. Οἱ τοίνυν Πεπουζηνοὶ προδήλως εἰσὶν αἱρετικοί, εἰς γὰρ τὸ Πνεῦμα τὸ ἅγιον ἐβλασφήμησαν, Μοντανῷ καὶ Πρισκίλλῃ τὴν τοῦ Παρακλήτου προσηγορίαν ἀθεμίτως καὶ ἀναισχύντως ἐπιφημίσαντες. Εἴτε οὖν ὡς ἀνθρώπους θεοποιοῦντες, κατάκριτοι, εἴτε ὡς τὸ Πνεῦμα τὸ ἅγιον τῇ πρὸς ἀνθρώπους συγκρίσει καθυβρίζοντες, καὶ οὕτω τῇ αἰωνίῳ καταδίκῃ ὑπεύθυνοι, διὰ τὸ ἀσυγχώρητον εἶναι τὴν εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημίαν. Τίνα οὖν λόγον ἔχει τὸ τούτων βάπτισμα ἐγκριθῆναι, τῶν βαπτιζόντων εἰς Πατέρα καὶ Υἱὸν καὶ Μοντανὸν καὶ Πρίσκιλλαν; Οὐ γὰρ ἐβαπτίσθησαν οἱ μὴ εἰς τὰ παραδεδομένα ἡμῖν βαπτισθέντες. Ὥστε, εἰ καὶ τὸν μέγαν Διονύσιον τοῦτο παρέλαθεν, ἀλλ᾿ ἡμῖν οὐ φυλακτέον τὴν μίμησιν τοῦ σφάλματος, τὸ γὰρ ἄτοπον, αὐτόθεν πρόδηλον καὶ πᾶσιν ἐναργές, οἷς καὶ μικρὸν τοῦ λογίζεσθαι μέτεστιν. Οἱ δὲ Καθαροὶ καὶ αὐτοὶ τῶν ἀπεσχισμένων εἰσί, πλὴν ἀλλ᾿ ἔδοξε τοῖς ἀρχαίοις, τοῖς περὶ Κυπριανὸν λέγω καὶ Φιρμιλιανὸν τὸν ἡμέτερον, τούτους πάντας μιᾷ ψήφῳ ὑποβαλεῖν· Καθαροὺς καὶ Ἐγκρατίτας καὶ Ὑδροπαραστάτας καὶ Ἀποτακτίτας. Διότι ἡ μὲν ἀρχὴ τοῦ χωρισμοῦ διὰ σχίσματος γέγονεν, οἱ δὲ τῆς Ἐκκλησίας ἀποστάντες οὐκ ἔτι ἔσχον τὴν χάριν τοῦ ἁγίου Πνεύματος ἐφ᾿ ἑαυτούς, ἐπέλιπε γὰρ ἡ μετάδοσις τῷ διακοπῆναι τὴν ἀκολουθίαν. Οἱ μὲν γὰρ πρῶτοι ἀναχωρήσαντες,

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ


Ἐπιστολὴ τοῦ Ἁγίου Ἀθανασίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας, πρὸς Ἀμμοῦν μονάζοντα, περὶ τῆς ἀβουλήτου φυσικῆς ἐκκρίσεως.

Πάντα μὲν καλὰ καὶ καθαρὰ τὰ τοῦ Θεοῦ ποιήματα, οὐδὲν γὰρ ἄχρηστον ἢ ἀκάθαρτον ὁ τοῦ Θεοῦ πεποίηκε λόγος· Χριστοῦ γὰρ εὐωδία ἐσμὲν ἐν τοῖς σῳζομένοις, κατὰ τὸν ἀπόστολον. Ἐπειδὴ δὲ ποικίλα καὶ πολύτροπα τὰ τοῦ διαβόλου βέλη καὶ τοὺς ἀκεραιοτέρους τὴν γνώμην παρασκευάζει ταράττεσθαι, κωλύει τε τῆς συνήθους γυμνασίας τοὺς ἀδελφούς, ὑποσπείρων αὐτοῖς λογισμοὺς ἀκαθαρσίας καὶ μολυσμοῦ, φέρε διὰ βραχέων καὶ τὴν τοῦ πονηροῦ πλάνην ἀπελάσωμεν, τῇ τοῦ Σωτῆρος ἡμῶν χάριτι, καὶ τὴν τῶν ἁπλουστέρων γνώμην στηρίξωμεν. Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς, τῶν δὲ ἀκαθάρτων καὶ ἡ συνείδησις καὶ τὰ πάντα μεμόλυνται. Ἄγαμαι δὲ τοῦ διαβόλου τὸ σόφισμα, ὅτι περ φθορὰ καὶ λύμη ὑπάρχων, λογισμοὺς ὑποβάλλει τὸ δοκεῖν μὲν καθαρότητος, ἔστι δὲ τὸ γινόμενον ἐνέδρα μᾶλλον ἢ δοκιμασία. Ἵνα γάρ, ὡς προεῖπον, ἀπασχολήσῃ τοὺς ἀσκητὰς τῆς ἐθίμου καὶ σωτηριώδους μελέτης καὶ δόξῃ κρατεῖν κατὰ τοῦτο, τοιαῦτα κινεῖ βομβύκια, ἅτινα φέρει μὲν οὐδὲν τῷ βίῳ χρήσιμον, κενὰς δὲ ζητήσεις καὶ φλυαρίας, ἃς δεῖ παραιτεῖσθαι. Τί γάρ, εἰπέ μοι, ὦ ἀγαπητὲ καὶ εὐλαβέστατε, ἔχει ἁμάρτημα ἢ ἀκάθαρτον φυσική τις ἐκκρισις; Ὡς εἴ τις ἐθέλοι ποιεῖσθαι ἔγκλημα καὶ τὰς διὰ ῤινῶν ἐκπεμπομένας μύξας καὶ τὰ διὰ τοῦ στόματος πτύσματα. Ἔτι δὲ καὶ τούτων ἔχομεν λέγειν πλείονα, τὰς διὰ γαστέρων ἐκκρίσεις, ἅπερ τῷ ζῴῳ πρὸς τὸ ζῆν ἀναγκαῖα καθέστηκεν. Ἔτι τε, εἰ τῶν τοῦ Θεοῦ χειρῶν ἔργον πιστεύομεν εἶναι τὸν ἄνθρωπον, κατὰ τὰς θείας Γραφὰς, πῶς ἠδύνατο ἐκ καθαρᾶς δυνάμεως ἔργον τι γενέσθαι μεμολυσμένον; Καὶ εἰ γένος τοῦ Θεοῦ ὑπάρχομεν, κατὰ τὰς θείας τῶν Ἀποστόλων Πράξεις, οὐδὲν ἔχομεν ἐν ἑαυτοῖς ἀκάθαρτον. Τότε γὰρ μόνον μεμολύσμεθα, ὅτε δὴ τὴν δυσωδεστάτην ἁμαρτίαν ἐργαζόμεθα. Ὅτε δὲ φυσική τις ἀβουλήτως ἔκκρισις γίνεται, τότε τῇ τῆς φύσεως ἀνάγκῃ μετὰ τῶν ἄλλων, ὡς προείπομεν, καὶ τοῦτο ὑπομένομεν. Ἀλλ᾿ ἐπειδή περ οἱ θέλοντες ἀντιλέγειν μόνον τοῖς ὀρθῶς λεγομένοις, μᾶλλον δὲ παρὰ Θεοῦ πεποιημένοις, παραφέρουσι καὶ ῥητὸν εὐαγγελικόν, ὡς ὅτι οὐ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα, ἀναγκαίως αὐτῶν καὶ ταύτην τὴν ἀλογίαν, οὐ γὰρ ἂν εἴποιμεν ζήτησιν, ἐλέγξωμεν. Πρῶτον μὲν γὰρ καὶ τὰς Γραφάς, κατὰ τὰς ἰδίας ἀμαθίας, ἀστήρικτοι ὄντες, βιάζονται. Ἔχει δὲ τὸ θεῖον οὕτω λόγιον· Τινῶν γὰρ πάλιν τούτοις ὁμοίως ἐνδοιαστῶς ἐχόντων περὶ βρωμάτων, αὐτὸς ὁ Κύριος λύων αὐτῶν τὴν ἄγνοιαν, ἤγουν τὴν ἀπάτην δημοσιεύων, φησί, μὴ τὰ εἰσερχόμενα κοινοῦν τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα. Εἶτα ἐπάγει καὶ πόθεν ἐξερχόμενα; Καὶ φησὶ τὰ ἀπὸ τῆς καρδίας, ἐκεῖ γὰρ εἶναι τοὺς πονηροὺς θησαυροὺς τῶν βεβήλων λογισμῶν καὶ τῶν ἄλλων ἁμαρτημάτων γινώσκει. Συντομώτερον δὲ ὁ ἀπόστολος αὐτὸ δεδιδαγμένος, φησί· Βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ. Φαίη δ᾿ ἄν τις καὶ νῦν εὐλόγως, φυσική τις ἔκκρισις ἡμᾶς οὐ παρίστησι πρὸς τιμωρίαν. Τάχα δὲ καὶ παῖδες ἰατρῶν, ἵνα κἂν ἐκ τῶν ἔωθεν δυσωπηθῶσιν, ὑπὲρ τούτου ἀπολογήσονται, ὅτι τῷ ζώῳ δέδονταί τινες ἀναγκαῖαι διέξοδοι πρὸς τὸ τὸ περιττὸν ἀποπέμπειν τῶν ἐν ἑκάστῳ τῶν ἐν ἡμῖν μελῶν τρεφομένων χυμῶν, οἷον κεφαλῆς περιττώματα, τρίχες, καὶ ἀπὸ κεφαλῆς ὑδατώδη πεμπόμενα, καὶ γαστρὸς διαχωρήματα. Καὶ τοίνυν τῶν σπερματικῶν πόρων ἐκεῖνο περίττωμα. Ποία τοίνυν ἐστὶ πρὸς Θεοῦ, ὦ πρεσβύτα θεοφιλέστατε, ἁμαρτία, αὐτοῦ τοῦ πλάσαντος τὸ ζῶον Δεσπότου θελήσαντος καὶ ποιήσαντος ταῦτα τὰ μέλη, τοιαύτας ἔχειν διεξόδους; Ἐπειδὴ δὲ δεῖ προλαμβάνειν τὰ τῶν πονηρῶν ἐναντιώματα, εἴποιεν γὰρ ἄν, οὐκοῦν οὐκ ἔστιν ἁμαρτία οὐδέ ἡ ἀληθὴς χρῆσις, εἰ τὰ ὄργανα παρὰ τοῦ δημιουργοῦ διαπέπλασται, πρὸς τοῦτο ἐρωτηματικῶς αὐτοὺς παύσωμεν, φάσκοντες· Ποίαν λέγεις χρῆσιν; τὴν ἔννομον, ἣν ὁ Θεὸς ἐπέτρεψε, λέγων· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν; ἣν ὁ ἀπόστολος ἀπεδέξατο, εἰπών· Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος; ἢ τὴν δημώδη μέν, λαθραίως δὲ καὶ μοιχικῶς ἐπιτελουμένην; Ἐπεὶ καὶ τῶν ἄλλων τῶν ἐν τῷ βίῳ γινομένων εὑρήσομεν τὰς διαφορὰς κατά τι γινομένας· οἷον φονεύειν οὐκ ἔξεστιν, ἀλλ᾿ ἐν πολέμῳ ἀναιρεῖν τοὺς ἀντιπάλους, καὶ ἔννομον καὶ ἐπαίνου ἄξιον.

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΠΕΤΡΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ


Κανὼν α´ τοῦ Πέτρου Ἀλεξανδρείας. Περὶ τῶν μετὰ πολλὰς βασάνους ἐξομοσάντων.

Ἐπεὶ τέταρτον ἤδη Πάσχα ἐπικατείληφε τὸν διωγμόν, αὐτάρκως ἔχει τοῖς μὲν προσενεχθεῖσι καὶ φυλακισθεῖσι, βασάνους τε ανηκέστους ὑπομεμενηκόσι καὶ ἀφορήτους μάστιγας καὶ πολλὰς ἑτέρας δεινὰς ἀνάγκας, ὕστέρον δὲ προδεδομένοις ὑπὸ τῆς ἀσθενείας τῆς σαρκός, εἰ καὶ μὴ ἐξ ἀρχῆς παρεδέχθησαν διὰ τὴν παρακολουθήσασαν μεγίστην πτῶσιν, ὅμως διὰ τὸ πολλὰ αὐτοὺς ἠθληκέναι καὶ ἐπὶ πολὺ ἀντιμαχέσασθαι, οὐ γὰρ κατὰ προαίρεσιν εἰς τοῦτο ἐληλύθασιν, ἀλλὰ καταπροδοθέντες ὑπὸ τῆς ἀσθενείας τῆς σαρκός, ἐπειδὴ καὶ στίγματα τοῦ Ἰησοῦ ἐνδείκνυται ἐν τοῖς σώμασιν αὐτῶν καὶ ἤδη τρίτον τινὲς ἔτος ἔχουσι καταπενθοῦντες, προσεπιτιμηθῆναι αὐτοῖς ἀπὸ τῆς προσελεύσεως καθ᾿ ὑπόμνησιν ἄλλας τεσσαράκοντα ἡμέρας, ἃς καί περ νηστεύσας ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ τὸ βαπτισθῆναι, ἐπειράσθη ὑπὸ τοῦ διαβόλου. Εἰς ἃς καὶ αὐτοὶ κατὰ περισσὸν διαγυμνασθέντες, εὐτονώτερόν τε νήψαντες, γρηγορήσουσιν εἰς προσευχὰς τοῦ λοιποῦ, καταμελετῶντες τὸ λελεγμένον ὑπὸ τοῦ Κυρίου πρὸς τὸν πειράζοντα αὐτόν, ἵνα προσκυνήσῃ αὐτῷ· Ὕπαγε ὀπίσω μου Σατανᾶ, γέγραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.

Κανὼν β´ τοῦ Πέτρου Ἀλεξανδρείας. Περὶ τῶν μετὰ εἱρκτὴν μόνην.

Τοῖς δὲ μετὰ τὸ φυλακισθῆναι μόνον καὶ ὑπομεμενηκέναι τὰς εν τῷ δεσμωτηρίῳ, ὡς ἂν ἐν πολιορκίᾳ, θλίψεις τε καὶ δυσωδίας, ὕστερον δὲ χωρὶς πολέμου βασάνων γενομένοις αἰχμαλώτοις, κατὰ πολλὴν πτωχείαν δυνάμεως καὶ κατά τινα τυφλότητα τεθραυσμένοις, ἐπαρκέσει ἐνιαυτὸς πρὸς τῷ ἐτέρῳ χρόνῳ. Ἐπεὶ ὅλως καὶ αὐτοὶ ἐπιδεδώκασιν ἑαυτοὺς ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ θλιβῆναι, εἰ καὶ ἀπήλαυσαν ἐν τῷ δεσμωτηρίῳ τῆς παρὰ τῶν ἀδελφῶν πολλῆς αναπαύσεως, ἅπερ πολλαπλασίονα ἀποδώσουσι, ποθοῦντες λυτρωθῆναι ἀπὸ τῆς πικροτάτης αἰχμαλωσίας τοῦ διαβόλου, μεμνημένοι μάλιστα τοῦ λέγοντος· Πνεῦμα Κυρίου ἐπ᾿ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως.

Κανὼν γ´ τοῦ Πέτρου Ἀλεξανδρείας. Περὶ τῶν διὰ δειλίαν μόνην.

Τοῖς δὲ μηδ᾿ ὅλως μηδέν τι τοιοῦτον πεπονθόσι, μηδὲ ἐνδειξαμένοις καρπὸν πίστεως, ἀλλ᾿ αὐτομολήσασι πρὸς τὴν κακίαν, προδεδομένοις ὑπὸ δειλίας καὶ φόβου, νῦν δὲ εἰς μετάνοιαν ἐρχομένοις, ἀναγκαῖόν ἐστι καὶ ἁρμόζον, τὴν τῆς ἀκάρπου συκῆς παραβολὴν παραθέσθαι, ὡς ὁ Κύριος λέγει· Συκῆν εἶχέ τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ καὶ ἦλθε καρπὸν ζητῶν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. Εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν· Ἰδού, τρία ἔτη ἀφ᾿ οὖ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν, ἵνα τί καὶ τὴν γῆν καταργεῖ; Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτήν, καὶ βάλω κοπρία· κἂν μὲν ποιήσῃ καρπόν, εἰ δὲ μή γε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν. Ἣν πρὸ ὀφθαλμῶν λαβόντες, ἐνδειξάμενοί τε καρπὸν ἄξιον τῆς μετανοίας ἐν τῷ διαστήματι τοῦ τοσούτου χρόνου, μᾶλλον ὠφεληθήσονται.

Κανὼν δ´ τοῦ Πέτρου Ἀλεξανδρείας. Περὶ τῶν ἐξομοσάντων καὶ μὴ μετανοούντων.

Τοῖς γὰρ παντάπασιν ἀπεγνωσμένοις καὶ ἀμετανοήτοις, δέρμα τε Αἰθίοπος ἀμετάβλητον κεκτημένοις καὶ ποικίλματα παρδάλεως, λεχθήσεται τὸ τῆς ἑτέρας συκῆς· Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα, διὸ καὶ παραχρῆμα ξηραίνεται. Ἀποπληροῦται γοῦν ἐπ᾿ αὐτοῖς καὶ τὸ ὑπὸ τοῦ Ἐκκλησιαστοῦ εἰρημένον· Διεστραμμένον οὐ δυνήσεται ἐπικοσμηθῆναι καὶ ὑστέρημα οὐ δυνήσεται ἀριθμηθῆναι, εἰ μὴ γὰρ πρότερον τὸ διεστραμμένον διορθωθῇ, ἀδύνατόν ἐστιν αὐτὸ ἐπικοσμηθῆναι, καὶ εἰ μὴ πρότερον τὸ ὑστέρημα ἀναπληρωθῇ, ἀδύνατόν ἐστιν αὐτὸ ἀριθμηθῆναι. Ὅθεν καὶ ἐπὶ τέλους συμβήσεται αὐτοῖς τὸ λελεγμένον ὑπὸ τοῦ προφήτου Ἡσαΐου· Καὶ ὄψονται γάρ, φησί, τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί, ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ αυτῶν οὐ σβεσθήσεται καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. Ἐπεὶ καί, ὡς προλέλεκται ὑπ᾿ αὐτοῦ, οἱ δὲ ἄδικοι ὡς θάλασσα ἀναβεβρασμένη, οὕτω κλυδωνισθήσονται, καὶ ἀναπαύσασθαι οὐ μὴ δυνήσονται, καὶ οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν ὁ Θεός.

ΚΑΝΟΝΕΣ ΑΓΙΟΥ ΔΙΟΝΥΣΙΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ


Κανὼν α´ τοῦ Διονυσίου Ἀλεξανδρείας. Ὅτι ἀδήλου οὔσης ἀκριβῶς τῆς ὥρας, καθ᾿ ἣν ἀνέστη ὁ Κύριος, οἱ μετὰ τὸ μεσονύκτιον τοῦ μεγάλου Σαββάτου ἀπονηστιζόμενοι, ἀνέγκλητοι.

Ἐπέστειλάς μοι, πιστότατε καὶ λογιώτατε υἱέ μου, πυνθανόμενος καθ᾿ ἣν ὥραν ἀπονηστίζεσθαι δεῖ τὴν τοῦ Πάσχα ἡμέραν, τινὰς μὲν γὰρ τῶν ἀδελφῶν λέγειν φής, ὅτι χρὴ τοῦτο ποιεῖν πρὸς τὴν ἀλεκτοροφωνίαν, τινὰς δέ, ὅτι ἀφ᾿ ἑσπέρας χρή. Οἱ μὲν γὰρ ἐν Ῥώμῃ ἀδελφοί, ὥς φασι, περιμένουσι τὸν ἀλέκτορα, περὶ δὲ τῶν ἐνταῦθα ἔλεγες, ὅτι τάχιον. Ἀκριβῆ δὲ ὅρον τιθέναι ἐπιζητεῖς καὶ ὥραν πάνυ μεμετρημένην, ὅπερ καὶ δύσκολον καὶ σφαλερόν ἐστί. Τὸ μὲν γὰρ ὅτι μετὰ τὸν τῆς Ἀναστάσεως τοῦ Κυρίου ἡμῶν καιρὸν χρὴ τῆς ἑορτῆς καὶ τῆς ευφροσύνης ἐνάρχεσθαι, μέχρις ἐκείνου τὰς ψυχὰς ταῖς νηστείαις ταπεινοῦντας, ὑπὸ πάντων ὁμοίως ὁμολογήσεται. Κατασκεύασας δὲ δι᾿ ὧν ἔγραψάς μοι πάνυ ὑγιῶς καὶ τῶν θείων Εὐαγγελιστῶν αἰσθόμενος, ὅτι μηδὲν ἀπηκριβωμένον ἐν αὐτοῖς περὶ τῆς ὥρας, καθ᾿ ἣν ἀνέστη, φαίνεται. Διαφόρως μὲν γὰρ οἱ Εὐαγγελισταὶ τοὺς ἐπὶ τὸ μνημεῖον ἐλθόντας ἀνέγραψαν κατὰ καιροὺς ἐνηλλαγμένους, καὶ πάντες ἀνεστηκότα ἤδη τὸν Κύριον ἔφασαν εὑρηκέναι, καὶ ὀψὲ σαββάτων, ὡς ὁ Ματθαῖος εἶπε, καὶ πρωΐας ἔτι σκοτίας οὔσης, ὡς ὁ Ἰωάννης γράφει, καὶ ὄρθρου βαθέος, ὡς ὁ Λουκᾶς, καὶ λίαν πρωῒ ἀνατείλαντος τοῦ ἡλίου, ὡς ὁ Μᾶρκος. Καὶ πότε μὲν ἀνέστη, σαφῶς οὐδεὶς ἀπεφήνατο, ὅτι δὲ ὀψὲ σαββάτων τῇ ἐπιφωσκούσῃ μιᾷ σαββάτων, μέχρις ἀνατολῆς ἡλίου τῆς μιᾶς σαββάτων, οἱ ἐπὶ τὸ μνημεῖον παραγενόμενοι οὐκέτι κείμενον αὐτὸν ἐν αὐτῷ κατέλαβον, τοῦτο ἀνωμολόγηται. Καὶ μηδὲ διαφωνεῖν, μηδὲ εναντιοῦσθαι τοὺς Εὐαγγελιστὰς πρὸς ἀλλήλους ὑπολάβωμεν, ἀλλ᾿ εἰ καὶ μικρολογία τις εἶναι δόξει περὶ τὸ ζητούμενον, εἰ συμφωνοῦντες πάντες ἐν ἐκείνῃ τῇ νυκτὶ τὸ τοῦ κόσμου φῶς, τὸν Κύριον ἡμῶν, ἀνατεταλκέναι, περὶ τὴν ὥραν διαφέρονται. Ἀλλ᾿ ἡμεῖς εὐγνωμόνως τὰ λεχθέντα καὶ πιστῶς ἁρμόσαι προθυμηθῶμεν. Τὸ μὲν οὖν ὑπὸ τοῦ Ματθαίου λεχθὲν οὕτως ἔχει· Ὀψὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· Ἂγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ, προσελθὼν ἀπεκύλισε τὸ λίθον, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. Ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγένοντο ὡσεὶ νεκροί. Ἀποκριθεὶς δὲ ὁ Ἄγγελος, εἶπε ταῖς γυναιξί· Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε· ἠγέρθη, καθὼς εἶπε. Τοῦτο δὲ τὸ λεχθὲν ὀψέ, οἱ μέν τινες οἰήσονται, κατὰ τὴν κοινότητα τοῦ ῥήματος, τὴν ἑσπέραν δηλοῦν τοῦ σαββάτου, οἱ δὲ σοφώτερον ἐξακούοντες, οὐ τοῦτο, ἀλλὰ νύκτα βαθεῖαν ἐροῦσιν εἶναι, βραδύτητα καὶ μακρὸν χρόνον τοῦ, ὀψέ, δηλοῦντος· καὶ ὅτι νύκτα λέγει, καὶ οὐχ ἑσπέραν, ἐπήγαγε, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων. Καὶ ἦκον, οὔπω, ὡς οἱ λοιποί φασι, τὰ ἀρώματα φέρουσαι, ἀλλὰ θεωρῆσαι τὸν τάφον, καὶ εὗρον τὸν σεισμὸν γεγονότα καὶ καθήμενον τὸν Ἄγγελον ἐπὶ τοῦ λίθου, καὶ ἀκηκόασι παρ᾿ αὐτοῦ· Οὐκ ἔστιν ὧδε, ἠγέρθη. Ὁμοίως ὁ Ἰωάννης, ἐν μιᾷ τῶν σαββάτων, φησί, Μαρία ἡ Μαγδαληνὴ ἦλθε πρωί, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον καὶ τὸν λίθον ᾐρμένον ἐκ τοῦ μνημείου· πλὴν παρὰ τούτῳ σκοτίας ἔτι οὔσης προεληλύθει. Ὁ δὲ Λουκᾶς φησί· Τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν, τῇ δὲ μιᾷ τῶν σαββάτων, ὄρθρου βαθέος, ἐπὶ τὸ μνῆμα ἦλθον, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου. Ὁ βαθὺς ὄρθρος, ἴσως προϋποφαινομένην αὐγὴν ἑωθινὴν ἐμφανίζει τῆς μιᾶς τῶν σαββάτων, διὰ τὸ παρῳχηκέναι ἤδη τελείως σὺν τῇ μετ᾿ αὐτὸ νυκτὶ πᾶν τὸ σάββατον καὶ ἑτέραν ἄρχεσθαι ἡμέραν, ὅτε ἦλθον τὰ ἀρώματα καὶ τὰ μύρα φέρουσαι. Ὅθεν δῆλον, ὡς ἀνειστήκει πρὸ πολλοῦ. Τούτῳ κατακολουθεῖ καὶ ὁ Μάρκος, λέγων· Ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν· καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου· λίαν μὲν γὰρ πρωΐ, καὶ οὕτος εἶπεν, ὅπερ ταυτόν ἐστι τῷ βαθέος ὄρθρου, καὶ ἐπήγαγεν, ἀνατείλαντος τοῦ ἡλίου. Ἡ μὲν γὰρ ὁρμὴ καὶ ἡ ὁδὸς αὐτῶν, δῆλον ὡς ὄρθρου βαθέος καὶ λίαν πρωΐ κατήρχθη, παρέτειναν δὲ κατά τε τὴν πορείαν, καὶ περὶ τὸ μνημεῖον διατρίβουσαι μέχρις ἀνατολῆς ἡλίου· καὶ λέγει καὶ τότε ταύταις ὁ νεανίσκος ὁ λευχείμων· Ήγέρθη, οὐκ ἔστιν ὧδε. Τούτων οὕτως ἐχόντων, τοῦτο τοῖς ἀκριβολογουμένοις ἀποφαινόμεθα, κατὰ ποίαν ὥραν ἢ καὶ ποῖον ἡμιώριον ἢ ὥρας τέταρτον ἄρχεσθαι προσῆκε τῆς ἐπὶ τῇ τοῦ Κυρίου ἡμῶν ἐκ νεκρῶν Ἀναστάσει χαρᾶς. Τοὺς μὲν λίαν ἐπιταχύνοντας καὶ πρὸ νυκτὸς ἐγγὺς ἤδη μεσούσης ἀνιέντας, ως ὀλιγώρους καὶ ἀκρατεῖς μεμφόμεθα, ὡς παρ᾽ ὀλίγον προκαταλύοντας τὸν δρόμον, λέγοντος ἀνδρὸς σοφοῦ· Οὐ μικρὸν ἐν βίῳ τὸ παρὰ μικρόν. Τοὺς δὲ ἐφυστερίζοντας καὶ διαρκοῦντας ἐπὶ πλεῖστον, καὶ μέχρι τετάρτης φυλακῆς ἐγκαρτεροῦντας, καθ᾿ ἣν καὶ τοῖς πλέουσιν ὁ Σωτὴρ ἡμῶν περιπατῶν ἐπὶ τῆς θαλάσσης ἐπεφάνη, ὡς γενναίους καὶ φιλοπόνους ἀποδεχόμεθα. Τοῖς δὲ μεταξύ, ὡς ἐκινήθησαν ἢ ὡς ἠδυνήθησαν, ἀναπαυσαμένοις, μὴ πάνυ διοχλῶμεν, ἐπεὶ μηδὲ τὰς ἓξ τῶν νηστειῶν ἡμέρας ἴσως, μηδὲ ὁμοίως πάντες διαμένουσιν. Ἀλλ᾿ οἱ μὲν καὶ πάσας ὑπερτιθέασιν, ἄσιτοι διατελοῦντες, οἱ δὲ δύο, οἱ δὲ τρεῖς, οἱ δὲ τέσσαρας, οἱ δὲ οὐδεμίαν. Καὶ τοῖς μὲν πάνυ διαπονηθεῖσιν ἐν ταῖς ὑπερθέσεσιν, εἶτα ἀποκαμοῦσι καὶ μόνον οὐκ ἐκλείπουσι, συγγνώμη τῆς ταχυτέρας γεύσεως. Εἰ δέ τινες, οὐχ ὅπως οὐχ ὑπερτιθέμενοι, ἀλλὰ μηδὲ νηστεύσαντες, ἢ καὶ τρυφήσαντες τὰς προαγούσας τέσσαρας, εἶτα ἐλθόντες ἐπὶ τὰς τελευταίας δύο, καὶ μόνας αυτὰς ὑπερτιθέντες, τήν τε παρασκευὴν καὶ τὸ σάββατον, μέγα τι καὶ λαμπρὸν ποιεῖν νομίζουσιν, ἂν μέχρι τῆς ἕω διαμείνωσιν, οὐκ οἶμαι τὴν ἄθλησιν αὐτοὺς πεποιῆσθαι ἴσην τοῖς τὰς πλείονας ἡμέρας προησκηκόσι. Ταῦτα μέν, ὡς φρονῶ, συμβουλεύων περὶ τούτων ἔγραψα.

Κανὼν β´ τοῦ Διονυσίου Ἀλεξανδρείας. Περὶ τοῦ μὴ μεταλαμβάνειν τὰς ἐν ἀφέδρῳ γυναῖκας.

Περὶ δὲ τῶν ἐν ἀφέδρῳ γυναικῶν, εἰ προσῆκεν αὐτὰς οὕτω διακειμένας εἰς τὸν οἶκον εἰσιέναι τοῦ Θεοῦ, περιττὸν καὶ τὸ πυνθάνεσθαι νομίζω. Οὐδὲ γὰρ αὐτὰς οἶμαι πιστὰς οὔσας καὶ εὐλαβεῖς, τολμήσειν οὕτω διακειμένας ἢ τῇ τραπέζῃ τῇ ἁγίᾳ προσελθεῖν ἤ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ προσάψασθαι. Οὐδὲ γὰρ ἡ τὴν δωδεκαετῆ ῥύσιν ἔχουσα, πρὸς τὴν ἴασιν ἔθιγεν αὐτοί, ἀλλὰ μόνου τοῦ κρασπέδου. Προσεύχεσθαι μὲν γὰρ ὅπως ἂν ἔχῃ τις καὶ ὡς ἂν διάκηται μεμνῆσθαι τοῦ δεσπότου καὶ δεῖσθαι βοηθείας τυχεῖν, ἀνεπίφθονον, εἰς δὲ τὰ ἅγια καὶ τὰ ἅγια τῶν ἁγίων ὁ μὴ πάντῃ καθαρὸς καὶ ψυχῇ καὶ σώματι προσιέναι, κωλυθήσεται.

Κανὼν γ´ τοῦ Διονυσίου Ἀλεξανδρείας. Περὶ τοῦ ἐν καιρῷ προσευχῆς, καὶ νηστείας ἀπέχεσθαι ἀλλήλων τοὺς ὁμοζύγους.

Αὐτάρκεις δὲ καὶ οἱ γεγαμηκότες ἑαυτῶν ὀφείλουσιν εἶναι κριταί, ὅτι γὰρ ἀπέχεσθαι ἀλλήλων προσῆκον ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάσωσι τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ὦσιν, ἀκηκόατε Παύλου γράφοντος.

Κανὼν δ´ τοῦ Διονυσίου Ἀλεξανδρείας. Περὶ τῶν ὀνειρωξάντων ὅτι, εἰ εὐσυνείδητοι, μεταλαμβανέτωσαν.

Οἱ δὲ ἐν ἀπροαιρέτῳ νυκτερινῇ ῥύσει γενόμενοι, καὶ οὗτοι τῷ ἰδίῳ συνειδότι κατακολουθείτωσαν· καὶ ἑαυτοὺς, εἴτε διακρίνονται περὶ τούτου, εἴτε μή, σκοπείτωσαν. Ὡς γὰρ ἐπὶ τῶν βρωμάτων ὁ διακρινόμενος, φησίν, ἐὰν φάγῃ, κατακέκριται, οὕτω καὶ ἐν τούτοις εὐσυνείδητος ἔστω καὶ εὐπαρρησίαστος, κατὰ τὸ ἴδιον ἐνθύμιον, πᾶς ὁ προσιὼν τῷ Θεῷ· Ταῦτα, σὺ μὲν τιμῶν ἡμᾶς, οὐ γὰρ ἀγνοῶν ἀγαπητέ, τὰ πύσματα ἡμῖν προσήγαγες, ὁμόφρονας ἡμᾶς, ὥσπερ οὖν ἐσμέν, καὶ ὁμοψήφους σεαυτῷ παρασκευάζων. Ἐγὼ δέ, οὐχ ὡς διδάσκαλος, ἀλλ᾿ ὡς μετὰ πάσης ἁπλότητος προσῆκον ἡμᾶς ἀλλήλοις διαλέγεσθαι, εἰς κοινὸν τὴν διάνοιαν ἑμαυτοῦ ἐξέθηκα· ἣν ἐπικρίνας καὶ σύ, συνετώτατέ μου υἱέ, ὅ,τι ἄν σοι φανῇ δίκαιον καὶ βέλτιον, εἰ καὶ οὕτως ἔχειν δοκιμάζοις, περὶ αὐτῶν ἀντιγράψεις. Ἔρρωσθαί σε, ἀγαπητέ μου υἱέ, ἐν εἰρήνῃ λειτουργοῦντα τῷ Κυρίῳ εὔχομαι.

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ Τῼ ΝΑῼ ΤΗΣ ΑΓΙΑΣ ΣΟΦΙΑΣ ΜΕΓΑΛΗΣ ΣΥΝΟΔΟΥ (879-880)


Κανὼν α´ τῆς ἐν τῷ Ναῷ Μεγάλης Συνόδου. Περὶ τῶν ἐπιτιμηθέντων παρὰ τοῦ Ῥώμης, ὥστε οὕτως εἶναι καὶ παρὰ τοῦ Κωνσταντινουπόλεως, καὶ ἀνάπαλιν.

Ὥρισεν ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος, ὥστε, εἰ τινες τῶν ἐξ Ἰταλίας κληρικῶν ἢ λαϊκῶν ἢ ἐπισκόπων, ἐν τῇ Ἀσίᾳ ἢ Εὐρώπῃ ἢ Λιβύῃ διατρίβοντες, ὑπὸ δεσμὸν ἢ καθαίρεσιν ἢ ἀναθεματισμὸν παρὰ τοῦ ἁγιωτάτου πάπα Ἰωάννου ἐγένοντο, ἵνα ὦσιν οἱ τοιοῦτοι καὶ παρὰ Φωτίου τοῦ ἁγιωτάτου πατριάρχου Κωνσταντινουπόλεως ἐν τῷ αὐτῷ τῆς ἐπιτιμίας ὅρῳ, τουτέστιν ἢ καθῃρημένοι ἢ ἀναθεματισμένοι ἢ ἀφωρισμένοι. Οὓς μέντοι Φώτιος, ὁ ἁγιώτατος ἡμῶν πατριάρχης, κληρικοὺς ἢ λαϊκοὺς ἢ τοῦ ἀρχιερατικοῦ τάγματος καὶ ἱερατικοῦ, ἐν οἱᾳδήποτε παροικίᾳ, ὑπὸ ἀφορισμὸν ἢ καθαίρεσιν ἢ ἀναθεματισμὸν ποιήσει, ἵνα ἔχῃ αὐτοὺς καὶ ὁ ἁγιώτατος πάπας Ἰωάννης καὶ ἡ κατ᾿ αὐτὸν ἁγία τοῦ Θεοῦ Ῥωμαίων ἐκκλησία ἐν τῷ αὐτῷ τῆς ἐπιτιμίας κρίματι, μηδὲν τῶν προσόντων πρεσβείων τῷ ἁγιωτάτῳ θρόνῳ τῆς Ῥωμαίων ἐκκλησίας, μηδὲ τῷ ταύτης προέδρῳ τὸ σύνολον καινοτομουμένων, μηδὲ νῦν, μήτε εἰς τὸ μετέπειτα.

Κανὼν β´ τῆς ἐν τῷ Ναῷ Μεγάλης Συνόδου. Ὅτι οἱ μονάσαντες ἐπίσκοποι, ἐκπίπτουσι τῆς ἀξίας.

Εἰ καὶ μέχρι τοῦ νῦν ἔνιοι τῶν ἀρχιερέων εἰς τὸ τῶν μοναχῶν κατιόντες σχῆμα ἐπὶ τῷ τῆς ἀρχιερωσύνης ἐβιάζοντο διαμένειν ὕψει, καὶ τοῦτο πράττοντες παρεωρῶντο, ἀλλ᾿ οὖν ἡ ἁγία καὶ οἰκουμενικὴ αὕτη σύνοδος, καὶ τοῦτο ρυθμίζουσα τὸ παρόραμα καὶ πρὸς τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς τὴν ἄτακτον ταύτην ἐπανάγουσα πρᾶξιν, ὥρισεν, ἵνα εἴ τις ἐπίσκοπος ἢ εἴ τις ἄλλος τοῦ ἀρχιερατικοῦ ἀξιώματος πρὸς τὸν μοναδικὸν θελήσοι κατελθεῖν βίον καὶ τὸν τῆς μετανοίας τόπον ἀναπληρῶσαι, μηκέτι τοῦτον τῆς ἀρχιερατικῆς ἀντιποιεῖσθαι ἀξίας. Αἱ γὰρ τῶν μοναχῶν συνθῆκαι ὑποταγῆς λόγον ἐπέχουσι καὶ μαθητείας, ἀλλ᾿ οὐχὶ διδασκαλίας ἢ προεδρείας, οὐδὲ ποιμένειν ἄλλους, ἀλλὰ ποιμαίνεσθαι ἐπαγγέλλονται. Διὸ, καθ᾿ ἃ προείρηται, θεσπίζομεν, μηκέτι τινὰ τῶν ἐν ἀρχιερατικῷ καταλόγῳ καὶ ποιμένων ἐξεταζομένων εἰς τὴν τῶν ποιμαινομένων καὶ μετανοούντων χώραν ἑαυτὸν καταβιβάζειν. Εἴ δέ τις τοῦτο τολμήσειε πρᾶξαι, μετὰ τὴν ἐκφώνησιν καὶ διάγνωσιν τῆς νῦν ἐκπεφωνημένης ψήφου, αὐτὸς ἑαυτὸν τοῦ ἀρχιερατικοῦ ἀποστερήσας βαθμοῦ, οὐκέτι πρὸς τὸ πρότερον, ὅπερ δι᾿ αὐτῶν τῶν ἔργων ἠθέτησεν, ἀξίωμα ἐπαναστρέψει.

Κανὼν γ´ τῆς ἐν τῷ Ναῷ Μεγάλης Συνόδου. Περὶ τῶν τυπτόντων ἐπισκόπους λαϊκῶν.

Εἴ τις τῶν λαϊκῶν, αὐθεντήσας καὶ καταφρονήσας μὲν τῶν θείων καὶ βασιλικῶν προσταγμάτων, καταγελάσας δὲ καὶ τῶν φρικτῶν τῆς Ἐκκλησίας θεσμῶν τε καὶ νόμων, τολμήσειεν ἐπίσκοπόν τινα τύψαι ἢ φυλακίσαι, ἢ χωρὶς αἰτίας ἢ καὶ συμπλασάμενος αἰτίαν, ὁ τοιοῦτος ἀνάθεμα ἔστω.

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΠΡΩΤΟΔΕΥΤΕΡΑΣ (ΑΒ) ΣΥΝΟΔΟΥ (861)


Κανὼν α´ τῆς ΑΒ´ Συνόδου. Γνώμῃ τοῦ Ἐπισκόπου οἰκοδομείσθω μοναστήριον.

Πρᾶγμα σεμνὸν οὕτω καὶ τίμιον καὶ τοῖς μακαρίοις καὶ ὁσίοις Πατράσιν ἡμῶν πάλαι καλῶς ἐπινοηθέν, ἡ τῶν μοναστηρίων οἰκοδομή, κακῶς ὁρᾶται πραττόμενον σήμερον. Τινὲς γὰρ ὄνομα μοναστηρίου ταῖς οἰκείαις περιουσίαις καὶ ὑπάρξεσι περιθέμενοι καὶ Θεῷ καθαγιάζειν ταύτας ἐπαγγελλόμενοι, κυρίους τε τῶν ἀφιερωθέντων ἑαυτοὺς ἀναγράφουσι καὶ μόνῃ τῇ προσηγορίᾳ τὸ θεῖον ἀφοσιοῦν ἐκμηχανᾶσθαι διεγνώκασι. Τὴν αὐτὴν γὰρ ἐξουσίαν καὶ μετὰ τὴν ἀφιέρωσιν οὐκ ἐρυθριῶσι σφετερίζεσθαι, ἥνπερ ἔχειν οὐκ ἐκωλύοντο πρότερον. Καὶ τοσαύτῃ καπηλείᾳ προσετρίβη τῷ πράγματι, ὥστε πολλὰ τῶν ἀφιερωθέντων, παρ᾿ αὐτῶν γε τῶν ἀφιερωσάντων, καθορᾶται πιπρασκόμενα, θάμβος ὁμοῦ καὶ μῖσος τοῖς ὁρῶσι παρεχόμενα. Καὶ οὐ μόνον οὐκ ἔστιν αὐτοῖς μεταμέλεια, ἐφ᾿ οἷς τῶν ἅπαξ ἀνατεθειμένων Θεῷ τὴν ἐξουσίαν ἑαυτοῖς ἐπιτρέπουσιν, ἀλλὰ καὶ ἑτέροις ταύτην ἀδεῶς παραπέμπουσιν. Ὥρισεν οὖν διὰ ταῦτα ἡ ἁγία σύνοδος, μηδενὶ ἐξεῖναι μοναστήριον οἰκοδομεῖν ἄνευ τῆς τοῦ ἐπισκόπου γνώμης καὶ βουλῆς. Ἐκείνου δὲ συνειδότος καὶ ἐπιτρέποντος καὶ τὴν ὀφειλομένην ἐπιτελοῦντος εὐχήν, ὡς τοῖς πάλαι θεοφιλῶς νενομοθέτηται, οἰκοδομεῖσθαι μὲν τὸ μοναστήριον, πάντα δὲ τὰ ἐν αὐτῷ προσήκοντα, σὺν αὐτῷ ἐκείνῳ, βρεβίῳ ἐγκαταγράφεσθαι καὶ τοῖς ἐπισκοπικοῖς ἀρχείοις ἐναποτίθεσθαι, μηδαμῶς ἄδειαν ἔχοντος τοῦ ἀφιεροῦντος, παρὰ γνώμην τοῦ ἐπισκόπου, ἑαυτὸν ἡγούμενον ἢ ἀνθ᾿ ἑαυτοῦ ἕτερον καθιστᾶν. Εἰ γὰρ ἅπερ τις ἀνθρώπῳ χαρίζεται, τούτων οὐκέτι κύριος εἶναι δύναται, πῶς ἅπερ τις Θεῷ καθαγιάζει καὶ ἀνατίθησι, τούτων ὑφαρπάζειν τὴν κυριότητα παραχωρηθήσεται;

Κανὼν β´ τῆς ΑΒ´ Συνόδου. Περὶ τοῦ ὅτι ἀπαιτεῖται ὁ ἀναδεξόμενος τὸν μοναχόν.

Ἐπειδή τινες τὸν μονήρη βίον ὑποδύεσθαι σχηματίζονται, οὐχ ἵνα Θεῷ καθαρῶς δουλεύσωσιν, ἀλλ᾿ ἵνα τῇ σεμνότητι τοῦ σχήματος δόξαν εὐλαβείας προσλάβωσι καὶ τῶν οἰκείων ἐντεῦθεν ἡδονῶν ἄφθονον εὑρήσωσι τὴν ἀπόλαυσιν, (τῶν τριχῶν γὰρ μόνον τὴν ἀποβολὴν ποιούμενοι, ἐν τοῖς οἰκείοις παρεδρεύουσι, μηδεμίαν τῶν μοναχῶν ἀποπληροῦντες ἀκολουθίαν ἢ κατάστασιν), ὥρισεν ἡ ἁγία σύνοδος, μηδένα τῶν ἁπάντων τοῦ μοναχικοῦ σχήματος ἀξιοῦν, ἄνευ παρουσίας τοῦ ὀφείλοντος αὐτὸν εἰς ὑποταγὴν ἀναδέχεσθαι καὶ τὴν ἐπ᾿ αὐτῷ ἡγεμονίαν καὶ τῆς ψυχικῆς αὐτοῦ σωτηρίας τὴν πρόνοιαν ἐπαγγέλλεσθαι, ἀνδρὸς ὄντος δηλονότι θεοφιλοῦς καὶ μονῆς προεστηκότος καὶ ἱκανοῦ σῴζειν ψυχήν, ἀρτίως τῷ Θεῷ προσαγομένην. Εἰ δέ τις φωραθείη ἀποκουρεύων τινὰ χωρὶς παρουσίας τοῦ εἰς ὑποταγὴν αὐτὸν ὀφείλοντος ἀναλαμβάνειν ἡγουμένου, τοῦτον μὲν καθαιρέσει καθυποβάλλεσθαι, ὡς ἀπειθοῦντα τοῖς κανόσι καὶ τὴν μοναδικὴν εὐταξίαν διαλύοντα, τὸν δὲ παραλόγως καὶ ἀτάκτως ἀποκουρευθέντα, ἐν ὑποταγῇ καὶ μοναστηρίῳ, ἐν ᾧ ἂν ὁ κατὰ τόπον ἐπίσκοπος δοκιμάσῃ, παραδίδοσθαι. Αἱ γὰρ ἄκριτοι καὶ ἐπισφαλεῖς ἀποκουραὶ καὶ τὸ μοναχικὸν σχῆμα ἠτίμωσαν καὶ τὸ τοῦ Χριστοῦ ὄνομα βλασφημεῖσθαι πεποιήκασιν.

Κανὼν γ´ τῆς ΑΒ´ Συνόδου. Περὶ τοῦ ἀμελοῦντος τῶν ὑπὸ χείρα μοναχῶν.

Καὶ τοῦτο κακῶς πραττόμενον, κατὰ πολὺ δὲ χεῖρον παροράσει καὶ ἀμελείᾳ παραπεμπόμενον, τυχεῖν ἐκρίθη διορθώσεως. Εἴ τις οὖν μονῆς προϊστάμενος, τοὺς ὑπ᾿ αὐτὸν τεταγμένους μοναχοὺς ἀποδιδράσκοντας, οὐ μετὰ πολλῆς τῆς ἐπιμελείας ἀναζητείη ἢ ἐφευρίσκων οὐκ ἀναλαμβάνοιτο καὶ τῇ προσηκούσῃ καὶ καταλλήλῳ τοῦ πταίσματος ἰατρείᾳ τὸ νενοσηκὸς ἀνακτᾶσθαι καὶ ἐπιῤῥωννύειν ἀγωνίζοιτο, τοῦτον ὥρισεν ἡ ἁγία σύνοδος ἀφορισμῷ ὑποκεῖσθαι. Εἰ γὰρ ὁ ζῴων ἀλόγων τὴν προστασίαν ἐγχειριζόμενος καὶ τοῦ ποιμνίου καταμελῶν οὐκ ἀτιμώρητος καταλιμπάνεται, ὁ τῶν τοῦ Χριστοῦ θρεμμάτων τὴν ποιμαντικὴν ἀρχὴν καταπιστευθείς καὶ ῥᾳστώνῃ καὶ ῥᾳθυμίᾳ τὴν αὐτῶν σωτηρίαν ἀπεμπολῶν, πῶς οὐ δίκας τοῦ τολμήματος εἰσπραχθήσεται.

Κανὼν δ´ τῆς ΑΒ´ Συνόδου. Περὶ τῶν καταλειπόντων τὰς οἰκείας μονάς, καὶ μὴ ἐπανελθόντων.

Πολυτρόπως ὁ πονηρὸς τοῦ μοναχικοῦ σχήματος τὸ σεβάσμιον ἐπονείδιστον θεῖναι κατηγωνίσατο καὶ πολλὴν εὗρεν εἰς τοῦτο συνδρομὴν τῆς προκατασχούσης αἱρέσεως τὸν καιρόν. Τὰς γὰρ ἰδίας μονὰς τῇ ἀνάγκη τῆς αἱρέσεως οἱ μονάζοντες καταλιμπάνοντες, οἱ μὲν εἰς ἑτέρας, οἱ δὲ εἰς κοσμικῶν ἀνδρῶν μετέπιπτον καταγώγια. Ἀλλὰ γάρ, ὅπερ αὐτοὺς δι᾿ εὐσέβειαν τότε πραττόμενον μακαριστοὺς ἀπέφαινεν, εἰς ἔθος ἄλογον μεταπεσόν, καταγελάστους παρίστησι. Πανταχοῦ γὰρ νῦν τῆς εὐσεβείας ἐξηπλωμένης καὶ σκανδάλων τῆς Ἐκκλησίας ἀπηλλαγμένης, ἔτι τινὲς τῶν οἰκείων μοναστηρίων ἀποφοιτῶντες καὶ καθάπερ τι ῥεῦμα δυσκάθεκτον ὧδε κἀκεῖσε μεταγγιζόμενοί τε καὶ μεταῤῥέοντες, πολλῆς μὲν πληροῦσι τῆς ἀκοσμίας τὰ μοναστήρια, πολλὴν δὲ τὴν ἀταξίαν ἑαυτοῖς συνεισκωμάζουσι καὶ τῆς ὑποταγῆς τὸ σεμνὸν διασπῶσί τε καὶ καταλυμαίνονται. Ἀλλὰ τούτων τὸ ἄστατον τῆς ὁρμῆς καὶ ἀνυπότακτον ἡ ἁγία σύνοδος ἀνακόπτουσα, ὥρισεν, ἵνα εἴ τις μοναχὸς τῆς ἰδίας ἀποδράσας μονῆς εἰς ἕτερον μεταπέσῃ μοναστήριον ἢ εἰς κοσμικὸν εἰσκωμάσῃ καταγώγιον, αὐτός τε καὶ ὁ τοῦτον ὑποδεξάμενος ἀφωρισμένος εἴη ἕως ἂν ὁ ἀποφυγὼν ἐπανέλθῃ, ἐξ ἧς κακῶς ἐξέπεσε μονῆς. Εἰ μέντοι γε ὁ ἐπίσκοπός τινας τῶν μοναχῶν, ἐπὶ εὐλαβείᾳ καὶ βίου σεμνότητι μαρτυρούμενους, εἰς ἕτερον μοναστήριον ἐπὶ καταστάσει τῆς μονῆς θελήσει μετακομίσαι ἢ καὶ εἰς κοσμικὴν οἰκίαν, ἐπὶ σωτηρίᾳ τῶν ἐνοικούντων, δοκιμάσει καταστῆσαι ἢ ἀλλαχόσε εὐδοκήσει ἐπιστῆσαι, τοῦτο οὔτε τοὺς ὑποδεχόμενους, οὔτε τοὺς μοναχοὺς ὑποδίκους ποιεῖ.

Ἱεροὶ Κανόνες ὑπὸ Ἁγίων Πατέρων



ΕΚ ΤΩΝ ΥΠΟΜΝΗΜΑΤΩΝ ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΠΕΡΙ ΑΓΑΠΙΟΥ ΚΑΙ ΒΑΓΑΔΙΟΥ (394)

Νεκτάριος ἐπίσκοπος Κωνσταντινουπόλεως εἶπε ἐκ τῶν ὑπομνημάτων τῆς ἐν Κωνσταντινουπόλει περὶ Ἀγαπίου καὶ Βαγαδίου.

Τῆς ἁγίας ταύτης συνόδου κατὰ Θεοῦ χάριν πάλιν ἐν τῷ ἁγίῳ τόπῳ τούτῳ συνειλεγμένης, εἰ δοκιμάζει ἡ αὐτὴ τῶν ἁγίων ἀδελφῶν καὶ συλλειτουργῶν σύνοδος, ἐπειδὴ καὶ ἑστῶτας ὁρῶ τοὺς διαφερομένους πρὸς ἑαυτοὺς περὶ τῆς τῶν Βοστρηνῶν ἐπισκοπῆς, τοὺς ἀδελφοὺς ἡμῶν Βαγάδιον καὶ Ἀγάπιον, τῶν πρὸς ἀλλήλους ἐνάρξασθαι δικαίων. Καὶ μετὰ τὸ πραχθῆναί τινα παρ᾿ αὐτοῖς χάριν τῆς αὐτῆς ὑποθέσεως καὶ ἐμφανισθῆναι καθαίρεσιν τοῦ ρηθέντος Βαγαδίου γενομένην ὑπὸ δύο καὶ μόνον ἐπισκόπων τῶν καὶ τετελευτηκότων ἤδη κατὰ τὸν καιρὸν τῆς αὐτῆς συνόδου. Ἀραβιανὸς ἐπίσκοπος Ἀγκύρας εἶπεν· Οὐ τῆς παρούσης ἕνεκα δίκης, ἀλλὰ τοῦ ἐφεξῆς βίου παντὸς δεδοικώς, τοῦτο ἀξιῶ τὴν ἁγίαν σύνοδον διαλαλῆσαι, ἔξεστι γενέσθαι καθαίρεσιν παρὰ δύο ἐπισκόπων ἢ οὐ; καὶ κατὰ ἀπόντος μητροπολίτου ἔξεστιν ἢ οὐ; Οὐδὲν πρόκριμα πρὸς τὴν παροῦσαν ὑπόθεσιν. Δέδοικα δὲ μὴ ἐκ τῶν ὑπομνημάτων τούτων τινὲς λαβόμενοι ἐξουσίας, τοιαῦτα τολμήσωσιν. Ἀξιῶ οὖν ὑμᾶς ἀποκρίνασθαι. Νεκτάριος ἐπίσκοπος Κωνσταντινουπόλεως εἶπεν· Ἐπαινετῶς εἰσηγήσατο ὁ εὐλαβέστατος ἐπίσκοπος Ἀραβιανός· οὐ μὴν δυναμένης δίκης ἐξομοιοῦσθαι, τὸ παρελθὸν μὴ κατακρίναντες, τὸ ἑξῆς ἀσφαλισώμεθα. Ἀραβιανὸς ἐπίσκοπος Ἀγκύρας εἶπε· Τὸ παρελθὸν ἡ τῶν μακαρίων Πατέρων τῶν ἐν Νικαίᾳ σύνοδος κατακρίνει, ἡ κελεύουσα μὴ ἐλάττους εἶναι τριῶν τοὺς χειροτονοῦντας, μηδὲ ἀπόντος τοῦ μητροπολίτου· τοῦ δὲ μέλλοντος ἕνεκεν δεδοικὼς ἐγώ, τὴν ἐρώτησιν ἐποιησάμην. Ἀξιῶ οὖν ὑμᾶς σαφῶς διαλαλῆσαι καὶ μήτε ἠρτημένως, μήτε ἀμφιβόλως, ὥστε μὴ ἐξεῖναι ὑπὸ δύο ἀνθρώπων μήτε χειροτονεῖσθαι, μήτε καθαιρεῖσθαι ἐπίσκοπον, ἀκολούθως τῇ ἐν Νικαίᾳ συνόδῳ. Καὶ μεθ᾿ ἕτερα, Θεόφιλος ἐπίσκοπος Ἀλεξανδρείας εἶπεν· Ἐπὶ τῶν ἀπελθόντων οὐ δυνατὸν ψῆφον ἐκφέρειν ἀγανακτήσεως, ἐπειδήπερ μὴ παρόντες κατεκρίθησαν. Εἰ μέντοι γε περὶ τῶν μελλόντων διασκοπείη τις τῶν ὀφειλόντων καθαιρεῖσθαι, φαίνεταί μοι μὴ μόνον τρεῖς παρεῖναι προσήκειν, ἀλλ᾿ εἰ δυνατὸν τοὺς πάντας ἐπαρχεώτας, ἵνα τῇ τῶν πολλῶν ψήφῳ ἀκριβεστέρα ἡ κατάκρισις τοῦ ἀξίου τῆς καθαιρέσεως δεικνύηται, παρόντος καὶ κρινομένου. Νεκτάριος ἐπίσκοπος Κωνσταντινουπόλεως εἶπε· Νομίμων εἰσηγήσεων καὶ δογμάτων πρυτανευομένων, ἀκόλουθον οὐ διὰ προσώπων τινὰς αἰτίας τὰ τοιαῦτα δογματίζεσθαι. Τοιγαροῦν καθάπερ ὁ ἁγιώτατος ἐπίσκοπος Ἀραβιανὸς εἰσηγήσατο, τὰ μέλλοντα ἀσφαλίσασθαι βουλόμενος, ἀκολούθως καὶ φιλανθρώπως ἡ τοῦ ἁγιωτάτου ἐπισκόπου Θεοφίλου ψῆφος διωρίσατο, μὴ χρῆναι πρὸς τὸ ἑξῆς μηδὲ παρὰ τριῶν, μήτοι γε παρὰ δύο, τὸν ὑπεύθυνον δοκιμαζόμενον καθαιρεῖσθαι, ἀλλὰ γὰρ πλείονος συνόδου ψήφῳ καὶ τῶν τῆς ἐπαρχίας, καθὼς καὶ οἱ ἀποστολικοὶ κανόνες διωρίσαντο. Φλαβιανὸς ἐπίσκοπος Ἀντιοχείας εἶπεν· Ἅπερ κατέθεντο οἱ περὶ τὸν ἁγιώτατον καὶ ὁσιώτατον ἐπίσκοπον Νεκτάριον καὶ τὸν ἁγιώτατον καὶ ὁσιώτατον ἐπίσκοπον Θεόφιλον δῆλα καὶ στέργομεν πάντες οἱ ἐκκλησιαστικοί.

Ο άγιος Γρηγόριος ο Θαυματουργός, επίσκοπος Νεοκαισαρείας



Μέσα στὴ μεγάλη χορεία τῶν ἁγίων Πατέρων τῆς Ἐκκλησίας ἀπὸ τοὺς πρώτους στὴ σειρὰ καὶ πιὸ ἀρχαίους εἶναι ὁ ἅγιος Γρηγόριος ἐπίσκοπος Νεοκαισαρείας ὁ θαυματουργός, τοῦ ὁποίου ἡ Ἐκκλησία σήμερα ἑορτάζει καὶ τιμᾶ τὴν ἱερὴ μνήμη. Πολλοὶ ἀπὸ τοὺς Ἁγίους τῆς Ἐκκλησίας ἔχουν τὸν τίτλο τοῦ θαυματουργοῦ, μὰ γιὰ τὸν ἅγιο Γρηγόριο, τὸ θαυματουργὸς εἶναι τὸ δεύτερο ὄνομά του. Λέμε γιὰ τὸν ἅγιο Νικόλαο καὶ γιὰ τὸν ἅγιο Σπυρίδωνα καὶ γιὰ πολλοὺς ἄλλους Ἁγίους, χωρὶς καὶ νὰ προσθέτωμε πάντα τὸ θαυματουργός, μὰ γιὰ τὸν ἅγιο Γρηγόριο, ἐπίσκοπο Νεοκαισαρείας, ποτὲ δὲν λέμε μόνο τὸ ὄνομά του, ἀλλὰ πάντα προσθέτουμε καὶ τὸ θαυματουργός. Ἴσως ὅμως καὶ γιὰ νὰ τὸν ξεχωρίσουμε μεταξὺ πολλῶν ἄλλων ἁγίων Γρηγορίων τῆς Ἐκκλησίας.

Ὁ ἅγιος Γρηγόριος ὁ θαυματουργὸς γεννήθηκε τὸ 210 καὶ πέθανε εἰρηνικὰ τὸ 270 στὴ Νεοκαισάρεια τοῦ Πόντου ἀπὸ ἐπιφανεῖς, ἀλλὰ ἐθνικοὺς γονεῖς. Ὠρφάνεψε μικρὸς ἀπὸ πατέρα καὶ ἡ μητέρα του, μαζὶ μὲ τὸν ἀδελφό του Ἀθηνόδωρο, τοὺς ἐσπούδαζε καὶ τοὺς ἑτοίμαζε γιὰ τὸ ἐπάγγελμα τοῦ δικηγόρου. Θέλοντας νὰ συμπληρώσουν τὶς σπουδὲς των, οἱ δυὸ ἀδελφοὶ ξεκίνησαν γιὰ νὰ πᾶνε στὴ Βηρυτὸ καὶ πέρασαν ἀπὸ τὴν Καισαρεία τῆς Παλαιστίνης. Ἐκεῖ συνάντησαν τὸ μεγάλο διδάσκαλο τῆς ἀρχαίας Ἐκκλησίας Ὠριγένη. Οἱ δύο ἀδελφοὶ θαύμασαν τὴ διδασκαλία καὶ τὴν ἀρετὴ τοῦ ἀσύγκριτου διδασκάλου, ὥστε ἀφῆκαν τὶς σπουδὲς των στὰ νομικὰ κι ἔμειναν στὴν Καισάρεια πέντε χρόνια.

Τελειώνοντας οἱ δυὸ ἀδελφοὶ τὶς σπουδὲς των κοντὰ στὸν Ὠριγένη, βαπτίσθηκαν κι ἔγιναν χριστιανοί. Ἀλλὰ πρὶν ἀναχωρήσουν γιὰ τὴν πατρίδα τους, ὁ Γρηγόριος, γιὰ νὰ ἐκφράση τὴν εὐγνωμοσύνη του καὶ ὅλων τῶν συσπουδαστῶν του πρὸς τὸ διδάσκαλό τους τὸν Ὠριγένη, ἒκαμ’ ἕνα περίφημο χαριστήριο λόγο, ποὺ ἔμεινε ξεχωριστὸς στὴν ἐκκλησιαστικὴ καὶ πατερικὴ φιλολογία. Τὴν ἡμέρα ποὺ πρωτοάκουσαν τὸν Ὠριγένη, ὁ ἅγιος Γρηγόριος τὴν ὀνομάζει πρώτη ἡμέρα τῆς ζωῆς των «Τιμιωτάτη πασῶν, ὄντως ἡμῖν πρώτη, ὅτε ἡμῖν πρῶτον ὁ ἀληθινὸς ἀνατέλλειν ἥλιος ἤρξατο». Καὶ περιγράφει ὕστερα τὸν Ὠριγένη ὡς ἀληθινὸ καὶ μοναδικὸ διδάσκαλο, ποὺ δίνει τὰ πάντα γιὰ τοὺς μαθητὲς του· «ἅπασαν προσῆγε τὴν παρ’ αὐτοῦ τέχνην καὶ ἐπιμέλειαν καὶ κατειργάσατο ἡμᾶς».

Τέτοια περιστατικὰ καὶ τέτοια κείμενα δὲν πρέπει νὰ τὰ προσπερνᾶμε ἀπαρατήρητα, γι’ αὐτὸ θὰ ἐπιμείνωμε τώρα στὰ λόγια αὐτὰ τοῦ ἁγίου Γρηγορίου. Καὶ πρῶτα θὰ τὰ ἐξηγήσουμε στὴ γλῶσσα μας. Ἡ ἡμέρα, λέγει, ποὺ γνωρίσαμε καὶ πρωτοακούσαμε τὸ διδάσκαλό μας εἶναι ἡ πιὸ ἱερὴ καὶ ἅγια ἡμέρα τῆς ζωῆς μας, καὶ πραγματικὰ γιὰ μᾶς ἡ πρώτη ἡμέρα, τότε ποὺ ἄρχιζε νὰ ἀνατέλλη γιὰ μᾶς ὁ ἀληθινὸς ἥλιος. Κι ὅταν ὕστερα δίνει τὴν εἰκόνα τοῦ Ὠριγένη ὡς διδασκάλου, λέγει ὅτι ἔβαζε ὅλη του τὴν τέχνη καὶ ἐπιμέλεια κι ἔτσι τοὺς ἐκπαίδευσε καὶ τοὺς μόρφωσε. Αὐτὰ εἶναι λόγια εὐγνωμοσύνης ἑνὸς μαθητῆ κι ἕνα δίκαιο ἐγκώμιο σ’ ἕναν ἀληθινὸ διδάσκαλο. Κι ἔχουν, ἀλήθεια, πολλὴ σημασία γιὰ τὸν καιρό μας.

Τετάρτη, 15 Νοεμβρίου 2017

Γέροντας Νεκτάριος Βιτάλης: Μήνυμα προς κλήρο και λαό: «Μη γίνουμε προδότες της Ορθοδοξίας μας»


                                                                                       

Του Γιώργου Θεοχάρη
Ηχηρό μήνυμα προς τον λαό από τον φωτισμένο και χαρισματούχο γέροντα Νεκτάριο Βιτάλη στο ΒΗΜΑ ΟΡΘΟΔΟΞΙΑΣ. Συγκλονίζουν τα λόγια του, μιλάει η γεμάτη αγάπη καρδιά του, και σκορπίζουν αγαλλίαση και ελπίδα τα μηνύματα του Ευαγγελίου που εκπέμπει. «Δίχως την Ορθοδοξία δεν κάνουμε τίποτα. Να μην είμαστε προδότες στο θρησκεία μας, την πίστη μας». 

Ο Γέροντας Νεκτάριος Βιτάλης μέσα από το ΒΗΜΑ ΟΡΘΟΔΟΞΙΑΣ στέλνει μήνυμα αγάπης σε όλο τον κόσμο και τα λόγια ψυχής του συγκινούν. Από το κρεβάτι του πόνου όπου βρίσκεται, στο κελλί του, δίπλα ακριβώς από τον Ιερό Ναό του Αγίου Νεκταρίου στη Καμάριζα Λαυρίου Αττικής, ο Γέροντας μιλά με τη δύναμη της καρδιάς. Τα λόγια του βγαίνουν τόσο δυνατά και πρέπει να γίνουν βίωμα για όλους μας. 

Ο Γέροντας Νεκτάριος λέει χαρακτηριστικά: 

«Πρέπει όλοι μας να διαδίδουμε την Ορθοδοξία. Δίχως την Ορθοδοξία δεν κάνουμε τίποτα. Να μην είμαστε προδότες στο θρησκεία μας, την πίστη μας. Ο Αγιος Νεκτάριος είναι το παράδειγμα σε όλο τον κόσμο, πρέπει να τον μιμηθούμε. Η αγάπη είναι μεγάλο πράγμα. Ο Θεός δε διώχνει κανέναν. Η Παναγία μας μεσιτεύει προς τον Θεό. Είναι στο πλευρό μας και μας καθοδηγεί. Εμείς όμως δεν τους αγαπάμε πραγματικά, το Θεό μας, την παναγία τους Αγίους μας. Στη πραγματικότητα δεν κάνουμε τίποτα. Χρειάζεται υπομονή και προσευχή. 

Κι εγώ πολλές φορές έχω φτάσει στο τέλος της ζωής μου, αλλά όμως με γυρίζει πίσω ο Θεός. Για ποιο λόγο άραγε; Να μετανοήσω; Από το κρεβάτι που βρίσκομαι θέλω να στηρίξω τα αδέλφια μου. Εχουμε ανάγκη να στηριχθούμε από το Θεό, από τον Χριστό μας και την Παναγία. Η Παναγία μας αγρυπνεί για την Ελλάδα μας και όλα τα έθνη. Όταν θελήσουμε να το κάνουμε θα έχουμε τη βασιλεία του Θεού. 

Ολοι οι άνθρωποι έχουμε τα ελαττώματά μας. Δε μας διώχνει ο Χριστός από κοντά του. Ελάτε όλοι μαζί να παρακαλέσουμε τη μεσίτρια του κόσμου, τη Βασίλισσα τον Ουρανών, να μας βοηθήσει στις δύσκολες στιγμές της ζωής μας. 

Όπως έλεγε ο Απόστολος Παύλος: «Γρηγορείτε και προσεύχεστε. 

Επισκέπτεστε τους ασθενείς». Δεν ξέρω πότε θα με πάρει ο Κύριος αλλά αφήνω την ευχή της ιερωσύνης μου ούτως ώστε να μας δώσει το θείο φωτισμό με τα ουράνια μεγαλεία. Η Χάρις του Θεού να είναι κοντά σας». 

Ακούστε το ηχητικό μήνυμα του γέροντα Νεκτάριου στο ΒΗΜΑ ΟΡΘΟΔΟΞΙΑΣ: