Πέμπτη 16 Νοεμβρίου 2017

ΡΩΤΗΣΕΙΣ ΜΟΝΑΧΩΝ ΤΙΝΩΝ ΕΞΩ ΤΗΣ ΠΟΛΕΩΣ ΑΣΚΟΥΜΕΝΩΝ ΚΑΙ ΑΠΟΚΡΙΣΕΙΣ ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΑΓΙΑΣ ΣΥΝΟΔΟΥ ΕΠΙ ΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΝΙΚΟΛΑΟΥ (1086-1111)


Ἐρώτησις α´ εἰς Νικόλαον Κωνσταντινουπόλεως.

Ὅτι ἀχειροτονήτος μοναχὸς ἀναγινώσκειν ἐπ᾿ ἄμβωνος κεκώλυται, οὐ μὴν καὶ εἰσιέναι εἰς τὸ θυσιαστήριον. Ἐρώτησις. Εἰ χρὴ μοναχὸν εἰσιέναι εἰς τὸ ἅγιον θυσιαστήριον, κωλύει γὰρ τοῦτο ὁ λγ´ κανὼν τῆς ἐν τῷ Τρούλλῳ ἁγίας συνόδου, ὅς καὶ οὐ παραχωρεῖ ἐπὶ ἄμβωνος ψάλλειν ἢ ἀναγινώσκειν ἀσφράγιστόν τινα ἢ μοναχόν· ὁμοίως καὶ ὁ τῆς ἐν Λαοδικίᾳ κανὼν ιε´ καὶ ὁ κα´ καὶ ὁ τῆς ἐν Νικαίᾳ τὸ δεύτερον κανὼν ιδ´. Ἀπόκρισις. Τὸ μὲν δίχα χειροθεσίας ἐπὶ ἄμβωνος ὡς ἀναγνώστην ποιῆσαι τὸν μοναχὸν τὰς τοῦ ἀναγνώστου ὑπηρεσίας, κεκώλυται τὸ δὲ εἰς θυσιαστήριον εἰσιέναι, χάριν ὑφάψεως κηρίου ἢ κανδήλας, τὸν μηδενὶ ἐγκλήματι γενόμενον ἔνοχον, οὐκ οἶμαι δεῖν κωλυθῆναι, διὰ τὴν τοῦ μοναχικοῦ σχήματος σεμνότητα.

Ἐρώτησις β´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Εἰ κλίνομεν γόνυ ἐν σαββάτῳ.

Ἐρώτησις. Εἰ χρὴ μὴ κλίνειν ἐν σαββάτῳ γόνυ, ὥσπερ οὐδὲ ἐν Κυριακῇ, ἢ Πεντηκοστῇ. Ἀπόκρισις. Ἀπὸ τοῦ κανόνος μὲν οὐ κεκώλυται· οἱ πολλοὶ δὲ διὰ τὸ μὴ ἐπακολουθεῖν ἐν σαββάτῳ νηστείαν, οὐδὲ γόνυ κλίνουσιν.

Ἐρώτησις γ´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Εἰ χρὴ τὴν ἐν τῷ Αὐγούστῳ νηστείαν.

Ἐρώτησις. Εἰ χρὴ τὴν ἐν τῷ Αὐγούστῳ νηστείαν ἐπιτελεῖν. Ἀπόκρισις. Ἦν ἡ νηστεία πρότερον ἐν τῷ καιρῷ τούτω· μετετέθη δὲ διὰ τὸ μὴ περιπίπτειν ταῖς κατὰ τὸν καιρὸν τοῦτον γινομέναις ἐθνικαῖς νηστείας. Πλὴν καὶ ἔτι πολλοὶ τῶν ἀνθρώπων ταύτην τὴν νηστείαν νηστεύουσιν.

Ἐρώτησις δ´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Εἰ δεῖ τὸν δαιμονιζόμενον μεταλαμβάνειν.

Ἐρώτησις. Εἰ δεῖ τὸν δαιμονιζόμενον μεταλαμβάνειν τῶν ἁγιασμάτων· ὁ μὲν γὰρ ἅγιος Τιμόθεος, εἰς τὰς πρὸς αὐτὸν ἐρωτήσεις εἶπεν ἄλλως, καὶ οἱ ἅγιοι Ἀπόστολοι ἄλλως, καὶ οἱ μεταγενέστεροι ἄλλως. Ἀπόκρισις. Εἰ ἀπὸ μέλανος ἐνοχλεῖται χυμοῦ τις, ὡς δαιμονᾷν δοκεῖν, οὐ κωλυθήσεται· εἰ δὲ τῇ ἀληθείᾳ δαιμονῶν ἐστιν, ἥκιστα τῶν ἁγιασμάτων ἀξιωθήσεται, ὅτι οὐδὲ κοινωνία φωτὶ πρὸς σκότος.

Ἐρώτησις ε´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Περὶ κλασμάτων τῆς ὑψωθείσης προσφορᾶς.

Ἐρώτησις. Εἰ δεῖ τὰ προσφερόμενα ἐν τῇ ἐκκλησίᾳ, οἷον προσφορὰς καὶ νάματα, ἀδιαφόρως ἐσθίειν τὸν ἱερέα, καὶ ὡς βούλεται καὶ εἰ ὡς ἅρτον κοινὸν ὀφείλει ταῦτα ἐσθίειν· καὶ εἰ πολλὰ τοιαῦτα συναχθείη, τί δεῖ ταῦτα ποιεῖν; Ἀπόκρισις. Τὰ μὲν τῆς ὑψωθείσης κλάσματα οὐχί· ἀλλ᾿ ἐν τῇ ἐκκλησίᾳ μόνη ἐσθίειν, ἔς τ᾿ ἂν ἅπαντα δαπανήσωσι· τὰ δὲ περιττὰ τῶν ἄλλων μὴ μετὰ γάλακτος, καὶ τυροῦ, καὶ ὠῶν, καὶ ἰχθύων, ἀλλ᾿ ἀποτεταγμένως, καὶ ἰδιαζόντως.

Ἐρώτησις στ´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Πότε ἀποχωρεῖ μοναχὸς τῆς ἰδίας μονῆς;

Ἐρώτησις. Εἰ ὁπουδήποτε ἀποκαρεὶς μοναχός τις βλάπτεται κατά τι συμβὰν ψυχικῶς, καὶ βουλόμενος ὑποχωρῆσαι δεσμηθῇ παρὰ τοῦ οἰκείου προεστῶτος, τί ποιήσει; τῆς βλάβης καταφρονήσει, ἢ τοῦ δεσμοῦ; Ἀπόκρισις. Χρὴ τοῦτον λέγειν τῷ προεστῶτι δι᾿ ὃ βλάπτεται· καὶ εἰ ἔστι προφανὴς κίνδυνος ἐκ τούτου, ὑποχωρεῖν ἐκεῖθεν, καὶ μὴ τοῦ δεσμοῦ φροντίζειν.

Ἐρώτησις ζ´ εἰς Νικόλαον Πατριάρχην Κωνσταντινουπόλεως. Ὁ ἄλογος δεσμὸς οὐκ ἰσχύει κατὰ τοῦ δεσμηθέντος μοναχοῦ.

Ἐρώτησις. Ἡγούμενος τελευτῶν, κατέλιπεν ἕτερον ἀνθ᾿ ἑαυτοῦ, δεσμήσας αὐτὸν μὴ ὑποχωρῆσαι· ἀλλ᾿ ὁ τοιοῦτος καταγνοὺς ἑαυτοῦ ἀσθένειαν, ὑπεχώρησε, Τί γοῦν χρὴ ποιῆσαι περὶ τοῦ δεσμοῦ; Ἀπόκρισις. Ἄλογος ὁ δεσμός, καὶ διὰ τοῦτο ἀνίσχυρος, καὶ ὁ δεσμευθεὶς ἀπολυθήσεται ἀρχιερεῖ προσελθών, καὶ τὰ καθ᾿ ἑαυτὸν ἀπαγγείλας.

Ἐρώτησις η´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Ὁ καθαιρεθεὶς ἤ τὴν ἱερωσύνην ἑκουσίως ἐγκαταλείψας ἱερεὺς οὺ πράττει τὰ ἱερέων.

Ἐρώτησις. Εἰ χρὴ τὸν ἐπὶ ἐγκλήματι καθαιρεθέντα ἱερέα, ἢ ἑκουσίως τὴν ἱερωσύνην καταλείψαντα, καταγνόντα ἑαυτοῦ, προλέγειν, τό, Εὐλογητὸς ὁ Θεός, καὶ τό, ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ τό, Χριστὸς ὁ ἀληθινός, ἢ θυμιᾷν μετὰ θυμιατοῦ, ἢ μεταλαμβάνειν ἔνδον τοῦ θυσιαστηρίου; Ἀπόκρισις. Οὐχί εἰς γὰρ τὸν τῶν λαϊκῶν τόπον ταχθήσεται.

Ἐρώτησις θ´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Τὸ ἀπ᾿ εὐλογίας γενέσθαι τί ἐστι;

Ἐρώτησις. Ὅπερ λέγει ὁ ἅγιος Βασίλειος ἐν τοῖς μικροῖς ἐπιτιμίοις· Ἔστω ἀπὸ εὐλογίας κατὰ τὴν ἀναλογίαν τοῦ σφάλματος, τί ἐστιν; Ἀπόκρισις. Τὸ ἀποστερηθῆναί τινα τῆς διδομένης εὐλογίας ἐν τῇ ἐκκλησίᾳ.

Ἐρώτησις ι´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Περὶ τῶν ἀπὸ τῆς ἁγίας δωρεᾶς κεκωλυμένων, ὅτι καὶ τῶν ὑψουμένων κωλύονται.

Ἐρώτησις. Τοὺς κεκωλυμένους ἀπὸ τῆς ἁγίας δωρεᾶς, εἰ χρὴ ἐσθίειν ὑψωμένας προσφορᾶς: Ἀπόκρισις. Εὑρίσκομεν ἐν τῷ βίῳ τοῦ ἁγίου Θεοδώρου τοῦ Συκεώτου τοὺς τοιούτους κεκωλυμένους.

Ἐρώτησις ια´ εἰς Νικόλαον Κωνσταντινουπόλεως. Περὶ τοῦ Κανονικοῦ τοῦ Νηστευτοῦ.

Ἐρώτησις. Εἰ χρὴ κατὰ τὸ Κανονικὸν τοῦ Νηστευτοῦ κανονίζειν τινάς; Ἀπόκρισις. Τὸ τοιοῦτον Κανονικὸν πολλῇ συγκαταβάσει χρησάμενον πολλοὺς ἀπώλεσε διὸ οἱ ἐν γνώσει τοῦ καλοῦ ὄντες, καὶ ἐκ τούτου σφαλλόμενοι, ἐπανορθωθήσονται.

ΝΕΑΡΑ 131 ΤΟΥ ΙΟΥΣΤΙΝΙΑΝΟΥ (545 μ.Χ)

ΝΕΑΡΑ 131 τοῦ Ἰουστινιανοῦ.

«Θεσπίζομεν τοίνυν, τάξιν νόμων ἐπέχειν τοὺς ἁγίους ἐκκλησιαστικοὺς κανόνας τοὺς ὑπὸ τῶν ἁγίων τεσσάρων συνόδων ἐκτεθέντας ἢ βεβαιωθέντας, τούτεστι τῆς ἐν Νικαίᾳ τῶν τιη´ καὶ τῆς ἐν Κωνσταντινουπόλει τῶν ἁγίων ρν´ πατέρων καὶ τῆς ἐν Ἐφέσῳ πρώτης ἐν ᾗ Νεστόριος κατεκρίθη, καὶ τῆς ἐν Καλχηδόνι, καθ᾿ ἣν Εὐτυχὴς μετὰ Νεστορίου ἀνεθεματίσθη, τῶν γὰρ προειρημένων ἁγίων δ´ συνόδων καὶ τὰ δόγματα καθάπερ τὰς θείας γραφὰς δεχόμεθα καὶ τοὺς κανόνας ὡς νόμους φυλάττομεν».

ΕΠΑΝΑΓΩΓΗ Ἤ ΕΙΣΑΓΩΓΗ (885/886 μ.Χ.)

Περὶ Βασιλέως καὶ Πατριάρχου τῆς Ἐπαναγωγῆς ἤ Εἰσαγωγῆς.

ΤΙΤΛΟΣ ΔΕΥΤΕΡΟΣ Περὶ βασιλέως. Κεφ. α´. Βασιλεύς ἐστιν ἔννομος ἐπιστασία, κοινὸν ἀγαθὸν πᾶσι τοῖς ὑπηκόοις, μήτε κατὰ ἀντιπάθειαν τιμωρῶν, μήτε κατὰ προσπάθειαν ἀγαθοποιῶν, ἀλλ᾿ ἀνάλογος τις ἀγωνοθέτης τὰ βραβεῖα παρεχόμενος. β´. Σκοπὸς τῷ βασιλεῖ τῶν τε ὄντων καὶ ὑπαρχόντων δυνάμεων δι᾿ ἀγαθότητος ἡ φυλακή, καὶ ἀσφάλεια, καὶ τῶν ἀπολωλότων δι᾿ ἀγρύπνου ἐπιμελείας ἡ ἀνάληψις, καὶ τῶν ἀπόντων διὰ σοφίας καὶ δικαίων τροπαίων καὶ ἐπιτηδεύσεων ἡ ἀνάκτησις. γ´. Τέλος τῷ βασιλεῖ τὸ εὐεργετεῖν, διὸ καὶ εὐεργέτης λέγεται, καὶ ἡνίκα τῆς εὐεργεσίας ἐξατονήσῃ, δοκεῖ κιβδηλεύειν κατὰ τοῖς παλαιοὺς τὸν βασιλικὸν χαρακτῆρα. δ´. Ὑπόκειται ἐκδικεῖν καὶ διατηρεῖν ὁ βασιλεὺς πρῶτον μὲν πάντα τὰ ἐν τῇ θείᾳ γραφῇ γεγραμμένα, ἔπειτα δὲ καὶ τὰ παρὰ τῶν ἑπτὰ ἁγίων συνόδων δογματισθέντα, ἔτι δὲ καὶ τοὺς ἐγκεριμένους ῥωμαϊκοὺς νόμους. ε´. Ἐπισημότατος ἐν ὀρθοδοξίᾳ καὶ εὐσεβείᾳ ὀφείλει εἶναι ὁ βασιλεύς, καὶ ἐν ζήλῳ θείῳ διαβόητος, ἔν τε τοῖς ὑπὲρ τῆς τριάδος δογματισθείσιν ἔν τε τοῖς ὑπὲρ τῆς οἰκονομίας λαμπρότατα καὶ ἀσφαλέστατα διὰ τὴν κατὰ σάρκα οἰκονομίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁρισθείσιν· τουτέστι τὸ ὁμοούσιον τῆς τρισυποστάτου θεότητος ἄτμητον καὶ ἀσυναίρετον διατηρῶν, καὶ τὴν ἐν, τῷ ἑνὶ Χριστῷ τῶν δύο φύσεων καθ᾿ ὑπόστασιν ἕνωσιν ὡσαύτως ἀσύγχυτον καὶ ἀδιαίρετον τέλειον θεὸν καὶ τέλειον ἄνθρωπον αὐτόν. καὶ τὰ τούτοις ἑπόμενα, οἷον ἀπαθῆ καὶ πάθητον, ἄφθαρτον καὶ φθαρτόν, ἀόρατον καὶ ὁρατόν, ἀναφῆ καὶ ἁπτόν, ἀπερίγραπτον καὶ περιγραπτόν, καὶ τὸ διττὸν τῶν θελήσεων καὶ τῶν ἐνεργειῶν χωρὶς ἐναντιότητος καὶ τὸ ἄγραπτον καὶ τὸ γραπτόν. ς´. Τὰ τοῖς παλαιοῖς νομοθετηθέντα τὸν βασιλέα δεῖ ἑρμηνεύειν, καὶ ἐκ τῶν ὁμοίων τέμνειν τὰ περὶ ὦν οὐ κεῖται νόμος. ζ´. Ἐν τῇ τῶν νόμων ἑρμηνείᾳ δεῖ καὶ τῇ συνηθείᾳ προσέχειν τῆς πόλεως. τὸ δὲ παρὰ κανόνας εἰσαγόμενον οὐκ ἐᾶται πρὸς ὑπόδειγμα. η´. Φιλαγάθως δεῖ τοὺς νόμους ἑρμηνεύειν τὸν βασιλέα· ἐν γὰρ τοῖς ἀμφιβόλοις τὴν φιλόκαλον ἑρμηνείαν προσιέμεθα. θ´. Οὐ δεῖ μεταποιεῖν τὰ πρόδηλον ἑρμηνείαν ἔχοντα. ι´. Περὶ ὦν ἔγγραφος οὐ κεῖται νόμος. παραφυλάττειν δεῖ τὸ ἔθος καὶ τὴν συνήθειαν, εἰ δὲ καὶ τοῦτο ἐκλείπει, ἀκολουθεῖν δεῖ τοῖς παραπλησίως ἔχουσι τῷ ζητουμένῳ. ια´. Ὥσπερ ἡ θέσις τοῦ νόμου ἡ ἔγγραφός ἐστιν ἤ ἄγραφος, οὕτω καὶ ἡ ἀναίρεσις αὐτοῦ ἡ δι᾿ ἐγγράφου γίνεται νόμου ἢ δι᾿ ἀγράφου, τουτέστι διὰ τῆς ἀχρηστίας. ιβ´. Τότε κεχρήμεθα τῇ συνηθείᾳ τινὸς πόλεως ἢ ἐπαρχίας, ὅτε ἀμφισβητηθεῖσα ἐν δικαστηρίῳ βεβαιωθῇ. τὰ δὲ μακρᾷ συνηθείᾳ δοκιμασθέντα καὶ ἐπὶ πολλοὺς ἐνιαυτοὺς φυλαχθέντα οὐχ ἧττον τῶν ἐγγράφων κρατοῦσιν. ΤΙΤΛΟΣ ΤΡΙΤΟΣ Περὶ Πατριάρχου Κεφ. α´. Πατριάρχης ἐστὶν εἰκὼν ζῶσα χριστοῦ καὶ ἔμψυχος, δ᾿ ἔργων καὶ λόγων χαρακτηρίζουσα τὴν ἀλήθειαν. β´. Σκοπὸς τῷ πατριάρχῃ, πρῶτον μέν, οὓς ἐκ Θεοῦ παρέλαβε εὐσέβεια καὶ σεμνότητι βίου διαφυλάξαι. ἔπειτα δέ, καὶ πάντας τοὺς αἱρετικοὺς κατὰ τὸ δυνατὸν αὐτῷ πρὸς τὴν ὀρθοδοξίαν καὶ τὴν ἕνωσιν τῆς ἐκκλησίας ἐπιστρέψαι (αἱρετικοὶ δὲ τοῖς νόμοις καὶ τοῖς κανόσι καλοῦνται καὶ οἱ τῇ καθολικῇ μὴ κοινωνοῦντες ἐκκλησία), ἔτι δὲ καὶ τοὺς ἀπίστους διὰ τῆς λαμπρᾶς καὶ περιφανεστάτης καὶ θαυμασίας αὐτοῦ πράξεως ἐκπλήττων μιμητὰς ποιήσαι τῆς πίστεως. γ´. Τέλος τῷ πατριάρχῃ ἡ τῶν καταπεπιστευμένων αὐτῷ ψυχῶν σωτηρία, καὶ τὸ ζῆν μὲν Χριστῷ, ἐσταυρῶσθαι δὲ τῷ κόσμῳ. δ´. Ἴδια πατριάρχου τὸ εἶναι διδακτικόν, τὸ πρὸς πάντας ὑψηλούς τε καὶ ταπεινοὺς ἀστενοχωρητως ἐξισοῦσθαι, καὶ πρᾷον μὲν εἶναι ἐν δικαιοσύνῃ, ἐλεγκτικὸν δὲ πρὸς τοὺς ἀπειθοῦντας, ὑπὲρ δὲ τῆς ἀληθείας καὶ τῆς ἐκδικήσεως τῶν δογμάτων λαλεῖν ἐνώπιον βασιλέως καὶ μὴ αἰσχύνεσθαι. ε´. Τὰ παρὰ τῶν παλαιῶν κανονισθέντα καὶ παρὰ τῶν ἁγίων πατέρων ὁρισθέντα καὶ παρὰ τῶν ἁγίων συνόδων ἐκτεθέντα· τὸν πατριάρχην μόνον δεῖ ἑρμηνεύειν. ς´. Τὰ παρὰ τῶν ἀρχαίων πατέρων ἐν συνόδοις ἢ ἐν ἐπαρχίαις ἰδικῶς καὶ καθολικῶς πραχθέντα καὶ οἰκονομηθέντα τὸν πατριάρχην δεῖ διαιτᾶν καὶ διακρίνειν. ζ´. Οἱ προγενέστεροι κανόνες καὶ εἰς τοὺς μεταγενεστέρους ἕλκονται, ὡσαύτως δὲ καὶ αἱ προγενέστεροι πράξεις καὶ οἰκονομίαι καὶ εἰς τοὺς μεταγενεστέρους ἕλκονται καὶ κρατοῦσιν, ἐπὶ τῶν ὁμοίων δηλονότι προσώπων τε καὶ πραγμάτων. η´. Τῆς πολιτείας ἐκ μερῶν καὶ μορίων ἀναλόγως τῷ ἀνθρώπῳ συνισταμένης, τὰ μέγιστα καὶ ἀναγκαιότατα μέρη βασιλεύς ἐστι καὶ πατριάρχης, διὸ καὶ ἡ κατὰ ψυχὴν καὶ σῶμα τῶν ὑπηκόων εἰρήνη καὶ εὐδαιμονία βασιλείας ἐστὶ καὶ ἀρχιερωσύνης ἐν πᾶσιν ὁμοφροσύνη καὶ συμφωνία. θ´. Ὁ Κωνσταντινουπόλεως θρόνος βασιλείᾳ ἐπικοσμηθεὶς ταῖς συνοδικαῖς ψήφοις πρῶτος ἀνεῤῥήθη, αἷς οἱ θεῖοι κατακολουθοῦντες νόμοι καὶ τὰς ὑπὸ τοὺς ἑτέρους θρόνους γινομένας ἀμφισβητήσεις ὑπὸ τὴν ἐκείνου προστάττουσιν ἀναφέρεσθαι διάγνωσιν καὶ κρίσιν. ι´. Πασῶν τῶν μητροπόλεων καὶ ἐπισκοπείων, μοναστηρίων τε καὶ ἐκκλησιῶν ἡ πρόνοια καὶ φροντίς, ἔτι δὲ καὶ κρίσις καὶ κατάκρισις καὶ ἀθώωσις, τῷ οἰκείῳ πατριάρχῃ ἀνάκειται. τῷ δὲ Κωνσταντινουπόλεως προέδρῳ ἔξεστι καὶ ἐν ταῖς τῶν ἄλλων θρόνων ἐνορίαις, ἐν οἷς οὔκ ἐστὶ προκαθιέρωσις ναοῦ, σταυροπήγια διδόναι, οὐ μὴν ἀλλὰ καὶ τὰς ἐν τοῖς ἄλλοις θρόνοις γινομένας ἀμφισβητήσεις ἐπιτηρεῖν καὶ διορθοῦσθαι καὶ πέρας ἐπιτιθέναι ταῖς κρίσεσιν. ια´. Τῶν ψυχικῶν ἁπάντων ἡ πρόνοια τῷ πατριάρχῃ ἀνάκειται, ἀναφέρεται δὲ καὶ εἰς ἑτέρους, οἷς ἂν ἐκεῖνος ἀναφέρεσθαι ὁρίσῃ. ὡσαύτως δὲ καὶ μετανοίας καὶ ἐπιστροφῆς ἀπό τε ἁμαρτημάτων καὶ αἱρέσεων αὐτὸς καὶ μόνος καθίσταται διαιτητής τε καὶ γνώμων, καὶ οὓς ἂν αὐτὸς ὁρίσῃ. καὶ κατὰ τὰς μητροπόλεις δὲ καὶ ἐπισκοπὰς τοῖς μητροπολίταις τε καὶ ἐπισκοποῖς ἡ αὐτὴ φυλάττεται τάξις καὶ ἐξουσία.


ΑΔΗΛΟΥ ΠΑΤΡΙΑΡΧΟΥ

Συναινετικὸ διαζύγιο, Ἀδήλου Πατριάρχου.

Τὰ καλῶς καὶ δικαίως καὶ σὺν τῷ προσήκοντι λόγῳ ἀποτελούμενα ἐν διαφόροις τόποις καὶ ἐπαρχίαις τῶν ὀρθοδόξων, καὶ τούτων μάλιστα ὅσα ποτὲ δυσκολίας τινὸς πειραθέντα ἐν τῇ καταστάσει αὐτῶν, καὶ ἀναγκαῖος χρῄζοντα ἐνδεχομένης τινὸς θεραπείας καὶ διορθώσεως, μετασκευάζονται ἐπὶ τὸ εὔθετον, καὶ ἐπανάγονται ἀπὸ τῆς δυσχερείας καὶ κακώσεως αὐτῶν προνοίᾳ καὶ κηδεμονίᾳ ἔμφρονι τῶν κατὰ τόπον προϊσταμένων, ταῦτα καὶ τῇ καθ᾿ ἡμᾶς τοῦ Χριστοῦ Μεγάλῃ Ἐκκλησίᾳ, καὶ τῇ περιωπῇ τοῦ οἰκουμενικοῦ Θρόνου ἐμφανιζόμενα καὶ ἀναφερόμενα ἐπιβεβαιοῦνται ὡς καλῶς καὶ δικαίως γεγενημένα εἰς ἀσφαλεστέραν αὐτῶν καὶ μονιμωτέραν σύστασιν. Ἐπειδὴ τοιγαροῦν καὶ τανῦν ἀνηνέχθη ἡμῖν, ὡς ὁ αὐτόθι Φίλος ὀνόματι υἱὸς τοῦ χατζῆ Πολυζώη, λαβὼν εἰς γυναῖκα αὐτοῦ τὴν Ἄννα, καὶ συνοικήσας μέχρι τινὸς μετ᾿ αὐτῆς, χαλεπῆς καὶ ἀφορήτου τὸ παράπαν ἐξ ἀρχῆς ἐπειράθη τῆς μετ᾿ αὐτῆς συνοικήσεως, διὰ τινα ἐνοῦσαν αὐτῆς τῷ στόματι νόσον καὶ ἀποφορὰν μετ᾿ ἀηδίας ἥκιστα φορητῆς, δι᾿ ἣν αἰτίαν ἀδυνάτως ἔχων πάντῃ προσεγγίζειν αὐτῇ ἄχρηστόν τε καὶ μάταιον καὶ ἀνενέργητον ὅλως ἀνεδείκνυτο αὐτῷ τό τοῦ γάμου μυστήριον, ἐκίνησεν ἀγωγὴν περὶ τούτου αὐτόθι ἐπὶ τοῦ ἐκκλησιαστικοῦ κριτηρίου τῆς θεοφιλίας σου, καὶ παραστήσας τὸ τοιοῦτον ἐλάττωμα καὶ χαλεπὸν νόσημα τῆς γυναικὸς αὐτοῦ ταύτης, διὰ μαρτυρίας τῆς μητρὸς αὐτῆς, συμφωνίας τε γενομένης ἐκ κοινῆς συναινέσεως τῶν μερῶν ἀμφοτέρων διαλυθῆναι τὸν γάμον, ἀπεφάνθη ἐκκλησιαστικῶς ὑπὸ τῆς θεοφιλίας σου καὶ τῶν κληρικῶν καὶ ἀρχόντων τῆς ἐπαρχίας σου διαζευχθῆναι αὐτοὺς ἀπ᾿ ἀλλήλων καὶ διαχωρισθῆναι τοῦ λοιποῦ τῆς μεταξὺ γαμικῆς συναφείας, καντεῦθεν καὶ διεζεύχθησαν ἀπ᾿ ἀλλήλων, καὶ λαβοῦσα ἡ ῥηθεῖσα Ἄννα μετὰ τῆς μητρὸς αὐτῆς πᾶσαν αὐτῆς τὴν προῖκα, ἄσπρα τε καὶ πράγματα καὶ λοιπὰ ἔξοδα αὐτῶν παρὰ τοῦ ῥηθέντος Φίλου ἐξώφλησαν πρὸς αὐτόν, καὶ ἐξισάσθησαν κατὰ τέλειον ἐξισασμόν, καθὼς καὶ τὸ ἐμφανισθὲν ἡμῖν μετὰ τὴν γενομένην αὐτόθι τελείαν ἐκκλησιαστικὴν διάζευξιν ἐξοφλητικὸν γράμμα δηλοποιεῖ κατησφαλισμένον ὄν ἐπιβεβαιώσει τῆς σῆς θεοφιλίας, καὶ μαρτυρικαῖς ὑπογραφαῖς τῶν κληρικῶν καὶ γερόντων τῆς ἐπαρχίας σου· κἀντεῦθεν ὁ ῥηθεὶς Φίλος ἐδεήθη καὶ τῆς ἡμῶν μετριότητος ἐπιβεβαιωθῆναι αὐτῷ καὶ παρ᾿ ἡμῶν τῇ δυνάμει καὶ ἐξουσίᾳ καὶ κρίσει τῆς καθ᾿ ἡμᾶς τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας τὴν ἀπὸ τῆς ῥηθείσης γυναικὸς αὐτοῦ Ἄννης διάζευξιν καὶ δι᾿ ἡμετέρου πατριαρχικοῦ διαζυγίου γράμματος· οὗ τὴν δέησιν ὡς εὔλογον καὶ δικαίαν προσηνῶς ἀποδεξάμενοι, γράφοντες ἀποφαινόμεθα, ἵνα ὁ ῥηθεῖς Φίλος ὑπάρχῃ διεζευγμένος καὶ κεχωρισμένος τοῦ λοιποῦ ἀπὸ τῆς ῥηθείσης γυναικὸς αὐτοῦ Ἄννης, καὶ μηδαμῶς ἔχῃ τοῦ γάμου συνάφειαν μετ᾿ αὐτῆς ὡς πάντῃ ξένος καὶ ἀλλότριος· ἔχει δὲ καὶ ἄδειαν λαβεῖν ἑτέραν γυναῖκα κατὰ νόμον ἀκώλυτον αὐτῷ καὶ στεφανωθῆναι ἐκείνην ἐκκλησιαστικῶς, μηδενὸς ἐναντιουμένου αὐτῷ ἢ αὐτῇ ἱερωμένου ἢ λαϊκοῦ, ἐν βάρει ἀργίας καὶ ἀλύτου ἀφορισμοῦ. Ὅθεν εἰς ἔνδειξιν τοῦ διαζευχθῆναι αὐτὸν ἤδη καὶ παρ᾿ ἡμῶν, τῇ δυνάμει καὶ ἐξουσίᾳ καὶ κρίσει τῆς καθ᾿ ἡμᾶς τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, ἐδόθη αὐτῷ καὶ τὸ παρὸν ἡμέτερον πατριαρχικὸν τοῦ διαζυγίου γράμμα.

ΣΥΝΟΔΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ (1539) ΕΠΙ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΙΕΡΕΜΙΟΥ Β´ ΤΟΥ ΤΡΑΝΟΥ

Ἡ σχέση ἐκλογῆς καὶ χειροτονίας Ἐπισκόπου ἐκ τῆς Συνόδου Κωνσταντινουπόλεως ἐπὶ Οἰκουμενικοῦ Πατριάρχου Ἱερεμίου Β´ τοῦ Τρανοῦ.

Ἐν ἔτει ζρα´ μηνὶ Μαΐῳ ἰνδικτιῶνος ς´. Τῆς ἡμῶν μετριότητος προκαθημένης μετὰ τοῦ σοφωτάτου καὶ μακαριωτάτου πάπα καὶ πατριάρχου Ἀλεξανδρείας καὶ πάσης Αἰγύπτου, Πενταπόλεως, Λιβύης καὶ Αἰθιοπίας κυρ Μελετίου καὶ κριτοῦ τῆς οἰκουμένης, ἔχοντας καὶ τὴν γνώμην τοῦ μακαριωτάτου κυρ Ἰωακεὶμ Ἀντιοχείας καὶ Ἱεροσολύμων κυρ Σωφρονίου, συμπαρόντων καὶ τῶν καθευρεθέντων ἱερωτάτων καὶ λογιωτάτων μητροπολιτῶν καὶ ὑπερτίμων καὶ θεοφιλεστάτων ἀρχιεπισκόπων καὶ ἐπισκόπων μετὰ τῶν ἄλλων καὶ ιβ´, εὐλόγως τινὰ τῇ ἁγίᾳ ταύτῃ καὶ μεγάλη συνόδῳ ἐζητήθη ἐμπόνως εἰς σύστασιν ἄγοντα τὴν ἐκκλησίαν Χριστοῦ. Κεφάλαια ιβ´ γινόμενα παρὰ τῆς ἁγίας μεγάλης συνόδου τῆς γενομένης ἐν τῷ καιρῷ τοῦ παναγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου κυρ Ἱερεμίου εἰς κατάστασιν ἐκκλησιαστικήν. δ´. Τοῦ κατὰ καιροὺς πατριάρχου πρὸς Κύριον τυχὸν ἐκδημοῦντος ἤ καὶ διὰ παραιτήσεως ἀναχωροῦντος, ἢ τινι βίᾳ καὶ βασιλείας ὀργῇ, μὴ παρὰ τῶν λαχόντων ἢ καὶ πλησιοχώρων, ὡς ἄλλοτε, πατριάρχην προβαίνειν τε καὶ καθίστασθαι, ψήφῳ μόνῃ τῶν πέριξ τῶν καὶ τοῦ δωδεκάτου ἀριθμοῦ, ἐφ᾿ ᾧ τινες ἔξω τῶν νόμων καὶ τοῦ δικαίου ἀνοήτως στηριζόμενοι ἐγένοντο αἴτιον (Παπ.-Κερ.: αἴτιοι) τοῦ ἀπολέσθαι τὴν ἐκκλησίαν καὶ πᾶσαν τάξιν ἀνατραπῆναι· μαρτυρεῖ δὲ τῷ λόγῳ ἡ τοῦ Μπατέστου 15 προχείρισις. Ἀλλὰ πάντας μετακαλουμένους (Παπ.-Κερ.: λεσαμένους) εὐθὺς παραγίνεσθαι ὧδε καὶ κανονικῶς πατριάρχην προχειρίζεσθαι, ἐν πᾶσιν ἕκαστον τὸ συμφέρον τῆς ἐκκλησίας τοῦ ἰδίου συμφέροντος προτιμῶντα. Εἰ (cod.: ἢ) ἀκολούθως τῇ προταξίᾳ παρὰ ταῦτα τολμῶσι τινες (cod.: τολμώντων τινῶν) καὶ πατριάρχην πάλιν οὕτω προβάλλουσι (cod.: λλόμενον), τήν τε προβολὴν ταύτην καὶ ψῆφον καὶ χειροτονίαν τοῦ πατριάρχου ἄκυρον καὶ ὡς μὴ γεγονυῖαν εἶναι καὶ τοὺς ταύτης ἐργάτας ἀρχιερεῖς σὺν ἅμα τοῖς συναινέσαι καὶ ὑπουργῆσαι τῷ ἀνοσιουργήματι τούτῳ τολμήσασιν (cod.: σουσιν) ἱερωμένοις καὶ λαϊκοῖς σὺν τῇ τελείᾳ καθαιρέσε καὶ τῷ ἀλύτῳ ἀφορισμῷ καὶ τῷ ἀναθέματι τῷ αἰωνίῳ ἐνόχους γίνεσθαι, διὰ τὴν ἐπίτασιν τοῦ κακοῦ. Παπ.-Κερ.: Παπαδόπουλος Κεραμεὺς cod. : Cod. Paris gr. 1323

ΘΕΟΦΙΛΟΣ, ΕΠΙΣΚΟΠΟΣ ΚΑΜΠΑΝΙΑΣ (1749-1795)

Περὶ νόμων ἐκκλησιαστικοῦ καὶ πολιτικοῦ Προλεγόμενα. Θεοφίλου Ἐπισκόπου Καμπανίας «Νομικόν»

1. Τὸ ὄνομα νόμος εἶναι πολυσήμαντον ἀλλ᾿ ἡμεῖς ἐνταῦθα εἰς δύω διαιροῦμεν τὸν νόμον εἰς νόμον ἐκκλησιαστικὸν καὶ εἰς νόμον πολιτικόν. 2. Νόμος ἐκκλησιαστικὸς εἶναι, κατὰ διαίρεσιν ἁπλήν, ὅσα ὥρισαν καὶ ἐθέσπισαν οἱ Κανόνες τῶν ἁγίων Ἀποστόλων, οἱ Κανόνες τῶν ἁγιωτάτων Συνόδων, οἰκουμενικῶν καὶ τοπικῶν μερικῶν, καί τινες Κανόνες τῶν θεοφόρων Πατέρων, οἱ ὁποῖοι ἐδέχθησαν καὶ ἐκυρώθησαν καὶ παρὰ ἁγίων Συνόδων. Ἔτι δὲ καί τινες Νεαραὶ τῶν σοφῶν βασιλέων, ὅπου περὶ ἐκκλησιαστικῶν ὑποθέσεων θεσπίζουσι καὶ ἐδέχθησαν συνοδικῶς παρὰ τῆς ἁγίας ἡμῶν Ἐκκλησίας· διά τι, καθὼς ἡ ἱερωσύνη εἶναι βασιλείας ἁγιασμὸς καὶ ἀναστοιχείωσις, οὕτω καὶ ἡ βασιλεία εἶναι ἱερωσύνης δύναμις καὶ κραταίωμα. Καθὼς εἶπε καὶ ἕνας σοφὸς βασιλεύς: μέγιστον δῶρον ὁ Θεὸς τοῖς ἀνθρώποις ἔδωκεν, ἱερωσύνην καὶ βασιλείαν· ὅτι ἡ ἱερωσύνη κατακοσμεῖ καὶ διέπει τὰ οὐράνια, ἡ δὲ βασιλεία οἰκονομεῖ μὲ νόμους δικαίους τὰ ἐπίγεια. 3. Νόμος πολιτικὸς εἶναι τὰ ὅσα σοφοὶ νομοθέται ἐν ταῖς πολιτείαις περὶ πάσης ὑποθέσεως ἐνομοθέτησαν, ἀλλὰ παρ᾿ Ἑλλήνων λαβόντες καὶ ἄλλα παρ᾿ ἑαυτῶν προσθέντες, ὅσα ἀποβλέπουσι τὸ δίκαιον καὶ σεμνὸν καὶ ὠφέλιμον τοῦ κοινοῦ τῆς πολιτείας καὶ τῶν κατὰ μέρος ἀνθρώπων. Καθὼς πολλοὶ βασιλεῖς, ἔχοντες πλησίον τοὺς σοφοὺς καὶ νομικοὺς ἀνθρώπους, τὰς Νεαρὰς ἐθέσπισαν καὶ ἄλλους ὁρισμούς, ὡς ἡ χρεία ἐκάλει. Τῶν ὁποίων βασιλέων τὰ ὀνόματα καὶ τῶν νομοθετῶν καὶ τὰ ὀνόματα τῶν νόμων, πολλὰ ὄντα, διὰ τὴν συντομίαν, τὰ ἀφίνομεν. 4. Γίνεται καὶ ἅλλη διαίρεσις τῶν νόμων: ὁ ἐκκλησιαστικὸς νόμος, ἢ εἶναι ἐντολὴ Θεοῦ καὶ λέγεται νόμος θεῖος, ὁ ὁποῖος διαιρεῖται εἰς γραπτὸν νόμον καὶ εἰς εὐαγγελικόν. Καὶ γραπτὸς εἶναι τὰ ὅσα ἡ Παλαιὰ Διαθήκη νομοθετεῖ, ἡ ὁποία θεία Γραφή, ἡ Πεντάτευχος τοῦ Μωϋσέως καθολικῶς, σὺν τοῖς Προφήταις καὶ Ψαλμοῖς, Νόμος λέγεται καὶ κυρίως Νόμος λέγεται ὁ διὰ Μωϋσέως παρὰ Θεοῦ δοθείς. Εὐαγγελικὸς δὲ εἶναι, ὅσα νομοθετεῖ τὸ ἅγιον Εὐαγγέλιον· ἢ εἶναι ἐντολαὶ καὶ κανόνες ἁγίων Ἀποστόλων, ἱερῶν Συνόδων καὶ θεοφόρων Πατέρων καὶ λέγονται καὶ ταῦτα πάντα Νόμος Ἐκκλησιαστικός. 5. Ὁ δὲ πολιτικὸς Νόμος, ὡς εἴπομεν, ἐθεσπίσθη παρὰ νομοθετῶν καὶ βασιλέων σοφῶν, κατὰ διαφόρους καιρούς. 6. Ὁ ἐκκλησιαστικὸς Νόμος ἀποβλέπει εἰς τὴν σωτηρίαν τῶν ψυχῶν καὶ εἰς τὴν εὐταξίαν τῆς Ἐκκλησίας. Ὁ πολιτικὸς Νόμος ἀποβλέπει εἰς τὸ δίκαιον, αἴσιον καὶ συμφέρον πάντων ἀνθρώπων· διὰ νὰ μὴ φθείρονται ἀδικοῦντες ἀλλήλους. Καθὼς λέγει καὶ ὁ σοφὸς Κικέρων: ἡ τοῦ λαοῦ σωτηρία ὑπέρτατος νόμος. Καὶ ὁ σοφὸς Πλάτων: Τίνι γὰρ ἂν πόλις ἀρέσκοι ἄνευ νόμων; 7. Τὰ δὲ τοῦ δικαίου παραγγέλματα εἶναι ταῦτα τὰ τρία: καλῶς βιοῦν, ἕτερον μὴ βλάπτειν καὶ τὸ οἰκεῖον δίκαιον ἑκάστῳ νέμειν. 8. Καὶ κάθε ἄνθρωπος, ὁποῦ μὲ ἄλλον ἔχει διαφοράν, μὲ ἕνα ἀπὸ τὰ τρία ταῦτα ἠμπορεῖ νὰ νικήσῃ τὸν ἐναντίον του: ἢ μὲ ἀπάτην, καὶ τοῦτο εἶναι ἀδικία καὶ ἁμαρτία, ἤ μὲ τὴν βίαν, καὶ τοῦτο εἶναι τυραννία καὶ ἀδικία, ἤ μὲ τὸν νόμον, τὸν ἐκκλησιαστικὸν ἤ πολιτικόν, καὶ τοῦτο εἶναι δίκαιον, θεάρεστον, ἐπαινετὸν καὶ χριστιανικόν. 9. Νόμος λέγεται ὁ καθόλου, ἐντολὴ δὲ λέγεται ἡ κατὰ μέρος ὁρίζουσα περὶ ἑνὸς πράγματος. 10. Κατὰ διαίρεσιν γενικήν, εἰς δύω διαιρεῖται ὁ νόμος: εἰς τὴν θεραπείαν τοῦ Θεοῦ καὶ τοῦτος εἶναι ὁ ἐκκλησιαστικὸς νόμος· καὶ εἰς τὴν δικαιοσύνην καὶ φιλανθρωπίαν τῶν ἀνθρώπων, τῶν ἀδελφῶν μας, καὶ τοῦτος εἶναι ὁ πολιτικὸς νόμος. Διὰ τοῦτο καὶ δύω πλάκες ἐγράφησαν παρὰ Θεοῦ καὶ τοῖς ἀνθρώποις· ἐδόθησαν· καὶ στοχάσου, ἂν δὲν περιέχωνται τὰ πάντα τῶν νόμων, ἐκκλησιαστικῶν καὶ πολιτικῶν, εἰς τὰ δύω ταῦτα: Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς καὶ καρδίας καὶ τὸν πλησίον σου ὡς σεαυτόν. 11. Καὶ καθὼς οἱ καλοὶ ἰατροὶ εἰς τοὺς ἀρρώστους εἶναι σωτῆρες, ἔτζι οἱ νομοὶ εἰς τοὺς ἀδικουμένους· ἢ καθὼς τά καλὰ βοτάνα ὠφελοῦσι τοὺς ἀρρώστους, ἔτζι οἱ νόμοι τοὺς ἁμαρτάνοντας καὶ ἀδικουμένους. Ὅθεν καλῶς λέγει καὶ ἕνας σοφός: νόμος τὸ τιμιώτερον ἐν ρητοῖς. Καί, ὡς λέγει ὁ μέγας Βασίλειος: ὁ νόμος εἶναι κανὼν τῶν δικαίων καὶ ἀδίκων, προστάζων ἐκείνα ὅπου πρέπει νὰ κάμωμεν καὶ ἐμποδίζων ἐκεῖνα ὅπου δὲν πρέπει νὰ κάμωμεν. 12. Οἱ ἐκκλησιαστικοὶ νόμοι εἶναι σωτῆρες τῶν ψυχῶν πάντων τῶν χριστιανῶν, ἀπὸ ἀρχιερέων ἕως λαϊκῶν. 13. Οἱ πολιτικοὶ νόμοι εἶναι τῆς ζωῆς πάντων ἀνθρώπων ἡγεμόνες, τῶν πόλεων καὶ χωρῶν ἐπιστάται καὶ πασῶν τῶν ὑποθέσεων κανόνες δίκαιοι· πρὸς τοὺς ὁποίους νόμους καθ᾿ ἕνας χρέος ἀπαραίτητον ἔχει νὰ εὐθύνῃ καὶ νὰ ὑποτάττῃ τὴν γνώμην του· εἰ δὲ παρανομεῖ καὶ τὴν ἀπόφασιν τοῦ νόμου δὲν δέχεται, εἶναι σκολιὸς καὶ κακότροπος καὶ τὸν ἑαυτὸν του φθείρει καὶ εἰς τοὺς ἄλλους γίνεται παράδειγμα τῆς παρανομίας καὶ ἀδικίας, καθὼς λέγει καὶ ὁ σοφὸς Πλάτων: ὅστις γὰρ νόμων φθορεύς ἐστί, σφόδρα ποὺ δόξειεν ἂν νέων τε καὶ ἀνοήτων ἀνθρώπων διαφθορεὺς εἶναι. Διὰ τοῦτο ἐπαινετῶς εἶπεν ὁ νομοθέτης Σόλων: τότε ἄριστα καὶ καλὰ κυβερνῶνται αἱ πόλεις, ὅταν οἱ ἄνθρωποι πείθωνται εἰς τοὺς ἄρχοντας καὶ κριτὰς καὶ αὐτοὶ πείθωνται εἰς τοὺς νόμους. 14. Εἰς καὶ μόνος ὑπέρτατος, ὑπερούσιος, ὁ Θεός, δὲν εἶναι ὑποκείμενος εἰς νόμον, ἀλλὰ νομοθέτης, ἐπειδὴ καὶ κάθε ἐνέργεια καὶ προσταγὴ τοῦ Θεοῦ εἶναι νόμος αὐτοῦ τοῦ νομοδότου. Πάντες δὲ οἱ ἄνθρωποι, βασιλεῖς, ἀρχιερεῖς καὶ παντὸς τάγματος, εἶναι ὑποκείμενοι εἰς τοὺς νόμους, ἐκκλησιαστικοὺς καὶ πολιτικούς. Ναί, ἔλαβον οἱ ἀρχιερεῖς παρὰ Θεοῦ ἐξουσίαν ἁμαρτίας λύειν τῶν μετανοούντων, ὄχι ὅμως νὰ ἀθετοῦν ποτὲ ἐντολὰς τοῦ Θεοῦ καὶ κανόνας τῶν ἁγίων Ἀποστόλων καὶ ἱερωτάτων Συνόδων· διά τι ἂν ἕνας δένῃ καὶ ἄλλος λύῃ, τέλος ποτὲ δὲν ἦτον. Ὁμοίως καὶ οἱ βασιλεῖς ἔχουσι παρὰ Θεοῦ τὴν ἐξουσίαν καὶ δύναμιν νὰ δεφενδεύουν τὴν Ἐκκλησίαν κατὰ τοὺς ἱεροὺς νόμους καὶ νὰ ὑπερμαχοῦν διὰ τὴν δικαιοσύνην ὑπὲρ τοῦ κοινοῦ συμφέροντος καὶ κατ᾿ ἰδίαν πάντων ἀνθρώπων, ὄχι ὅμως κανόνας καὶ νόμους δικαίους νὰ ἀθετοῦν. 15. Καλῶς λέγει καὶ ὁ χρησμός: Εὔδαιμον πτολίεθρον ἑνὸς κήρυκος ἀκούειν. Τοὐτέστιν εὐτυχεστάτη πόλις εἶναι ἐκείνη, ὅπου πάντες ἄκουουν ἑνὸς κήρυκος μόνον καὶ τοῦτος εἶναι ὁ νόμος. 16 Βεβαιούμεθα ἀπὸ τῶν θείων Πατέρων τῆς ἁγίας ἡμῶν Ἐκκλησίας, ὅτι οἱ Ἑβραῖοι, ἄνδρες τε καὶ γυναῖκες, παιδιόθεν ἐσυνήθιζον καὶ ἐμάνθανον τὰ τέκνα τους νὰ ἰξεύρουν τὸν νόμον τοῦ Θεοῦ, ὅπου ἔδωκε τῷ Μωϋσεῖ· καὶ πάντες ἴξευρον καὶ ἕτοιμοι ἦτον εἰς ἀπόκρισιν πρὸς τοὺς ἐρωτῶντας· διά τι ἡ, φρόνησις εἶναι φύσικον χάρισμα εἰς τὸν ἄνθρωπον, ἡ δὲ γνῶσις ἀποκτᾶται διὰ μαθήσεως. Λοιπὸν δὲν εἶναι αἰσχύνη εἰς ἀρχιερεῖς, ἱερεῖς καὶ λαϊκούς, νὰ μὴν ἰξεύρουν οἱ μὲν ἱερεῖς τοὺς ἐκκλησιαστικοὺς νόμους, οἱ δὲ λαϊκοὶ τοὺς πολιτικούς; ἀλοίμονον καὶ τὶ ἀμάθεια εἶναι αὐτὴ εἰς τὸ ὀρθόδοξον γένος μας; ὁποῦ ἄμποτε νὰ μὴν ἀληθεύσῃ καὶ εἰς ἡμᾶς, καθὼς εἰς τοὺς Ἑβραίους, βαρβαρωθέντας ὕστερον, ἡ προφητεία τοῦ Ἰεζεκιήλ: οὐαὶ ἐπὶ οὐαὶ ἔσται καὶ ἀγγελία ἐπὶ ἀγγελίαν ἔσται καὶ ζητηθήσεται δρᾶσις ἐκ προφήτου καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως καὶ βουλὴ ἐκ πρεσβυτέρων. Ἄρχων ἐνδώσεται ἀφανισμὸν καὶ αἱ χεῖρες τοῦ λαοῦ τῆς γῆς παραλυθήσονται. Αὐτὰ ἀρμόζουσιν εἰς ἀρχιερεῖς καὶ ἱερεῖς, ὅπου δὲν ἰξεύρουν τὸν ἐκκλησιαστικὸν νόμον καὶ ἐκλύονται καὶ αὐτοὶ καὶ ὁ λαός. 17. Ἐπειδὴ δὲ ἡ ἁγία ἡμῶν Ἐκκλησία οὐ μόνον προτιμᾶται πάντων τῶν ἄλλων πραγμάτων, ἀλλὰ καὶ αὐτῆς τῆς βασιλείας, ὡς τάξιν ἔχουσα τῆς ἀγγέλων χοροστασίας καὶ διαδοχῆς τῶν Ἀποστόλων καὶ πάντες οἱ τοῦ ἱεροῦ τάγματος χρέος ἔχομεν ἀπαραιτητὸν τὰ ἐκκλησιαστικὰ προστάγματα νὰ φυλάττωμεν, κατὰ τὸ λόγιον: τοῖς τῆς Ἐκκλησίας χρὴ δουλεύειν νόμοις καὶ οὓς ἔθετο περὶ πάντων μὴ ὑπερβαίνειν θριγκούς, δηλ. φραγμούς, διὰ τοῦτο περὶ Ἐκκλησιαστικοῦ Νόμου συντόμως πρῶτον, σὺν Θεῷ, εἰρὴσθω, διαιρουμένου εἰς τρία μέρη: Περὶ ἀρχιερέων, Περὶ πρεσβυτὲρων καὶ πάντων κληρικῶν καὶ Περὶ ἱερομονάχων, καὶ μοναχῶν, ἡσυχαστῶν ἐν μοναστηρίοις καὶ σκήταις. 18. Ἰξευρε καὶ τοῦτο: κάθε νόμος ἐκθέτεται φανερὰ εἰς ὅλους χωρὶς καμίαν δυσκολίαν καὶ σύντομος καὶ ὄχι δυσνόητος· ὑπὲρ πάντων γὰρ τῶν ἀνθρώπων ἐτέθησαν οἱ νόμοι διὰ νὰ τοὺς γινώσκουν ὅλοι καὶ νὰ συμφωνήσωσι τὴν ζωὴν των καὶ πολιτείαν μὲ αὐτοὺς τοὺς νὸμους. Διότι, μὴ γινώσκοντες τοὺς νόμους, παρανομοῦσι καὶ τὰ ἐξ ἀγνοίας παράνομα παιδείαν οὐκ ἔχουσιν.

ΣΥΜΕΩΝ, ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

Κανονικὲς Ἀποκρίσεις τοῦ Ἁγίου Συμεών Θεσσαλονίκης.

72. Ἐρώτηση: Τινὲς δ᾿ αἰσχροκέρδειαν ἴσως τοὺς προσιόντας πνευματικοὶ κανονίζουσιν ἐλεημοσύνας ποιεῖν, καὶ τὸ δόμα ζητοῦσι. Κωλύουσι δὲ τὸ εὐχέλαια καὶ λειτουργίας ποιεῖν διὰ ζημίαν τῶν ἱερέων, εἰ καὶ καλὸν εἶναι τούτοις δοκεῖ τὸ τοιοῦτον. Ποῖον δὲ ἐκ τούτων τὸ κρεῖσσον; Ἀπόκριση: Τὸ τοὺς πνευματικοὺς Πατέρας ἐκδιδάσκειν τοὺς δι᾿ ἐξαγόρευσιν πλημμελημάτων αὐτοῖς προσιόντας, ἐλεημοσύνας ποιεῖν καὶ αἰχμαλώτων ἐλευθερίας, εὐχέλαιά τε καὶ λειτουργίας καὶ λοιπὰ ὅμοια, ἀγαθὸν καὶ ὑπὸ τῶν Πατέρων τεταγμένον, καὶ λίαν ἐπωφελές· καὶ ὅσῳπερ διεγείρει τίς τινα πρὸς τὰ ὑπὲρ αὐτοῦ θεῖα ἔργα, εἴτε πρόθυμον εὐρὼν, εἴτε μὴ πρόθυμον διεγείρας πολλὴν αὐτῷ προξενεῖ τὴν ὠφέλειαν, καὶ κοινωνὸς ἔσται τῷ ἐνεργοῦντι τοῦ μισθοῦ. Καὶ χρὴ οὐ μόνον ἡμαρτηκότας πρὸς ἔλεον καὶ τὰ λοιπὰ διεγείρειν, ἀλλὰ καὶ τὸν μὴ πλημμελήσαντα ἀδελφόν, ὅπερ ἐστὶν ἀδύνατον μὴ ἁμαρτῆσαί τινα. Ὅμως εἰ καὶ δικαίως βιῶν ἐστί τις, καὶ τούτου δίκαιος ἔσται, ἐκ τοῦ τὰ ἔργα τῆς δικαιοσύνης ποιεῖν. Δικαιοσύνη δὲ ἀπονέμειν τῷ Θεῷ καὶ τῷ ἀδελφῷ καθὰ διδασκόμεθα τὰ τῆς ὀφειλῆς καὶ ἀγάπης. Ἀγάπη δὲ εἰς Θεὸν καὶ τὸ καθαρεύειν μὲν καὶ προσεύχεσθαι καὶ ἀνυμνεῖν αὐτὸν καὶ δοξολογεῖν, καὶ προστρέχειν αὐτοῦ τοῖς θείοις ναοῖς. Πρὸς τούτοις δὲ καὶ τὸ προσάγειν αὐτῷ ἐξ ὧν λαμβάνομεν παρ᾿ αὐτοῦ, εἰς δόξαν αὐτοῦ καὶ τιμὴν καὶ ἡμετέραν κάθαρσιν, καὶ τοῦ θείου ἁγιασμοῦ μετοχήν. Καὶ ἐν τοῖς ἀδελφοῖς δὲ οὐ μόνον διὰ τῆς ἀμνησικάκου γνώμης καὶ καλῆς διαθέσεως καὶ τρόπου εἰρηνικοῦ, καὶ συνεργίας τῆς διὰ λόγων καὶ ἐπαίνων καὶ ἐγκωμίων, ἀπονέμειν τὸ ὀφειλόμενον, ἀλλὰ καὶ δι᾿ ἔργων τοῦτο δεικνύναι, ἐν τῷ τρέφειν πεινῶντα, καὶ ποτίζειν διψῶντα, καὶ ξένον συνάγειν, καὶ γυμνὸν περιβάλλειν, καὶ ἀσθενῆ ἐπισκέπτεσθαι, καὶ τῶν ἐν φυλακῇ προνοεῖσθαι, ὡς ἐδίδαξεν ὁ Σωτήρ, δι᾿ ὧν καὶ εὐλογημένους καλεῖ τοὺς τὰ τοιαῦτα δρῶντας, καὶ τὴν βασιλείαν αὐτοῖς χαρίζεται. Ἀναγκαιότατον οὖν, ὡς εἴρηται, τὸ ἀγαθοεργεῖν ἐκδιδάσκειν, καὶ ἐλεημοσύνας καὶ θυσίας ἱερὰς ἐκτελεῖν τοὺς ἀδελφούς. Καὶ τοῖς ἐγκλήμασι μὲν ὑποκειμένοις ὡς κανόνα τοῦτο διδόναι χρὴ, τοὺς λοιποὺς δὲ τοῦτο παραινεῖν ποιεῖν καὶ μὴ ἐνεχομένους ἐγκλήμασι, διά τε τὴν πρὸς Θεὸν ὀφειλήν, καὶ τὸ μὴ ἀναμάρτητόν τινα εἶναι. Καὶ ὑπὲρ γονέων δὲ καὶ συγγενῶν καὶ λοιπῶν ἄλλων εὐσεβῶν ὀφείλειν προσφέρειν Θεῷ πάντας, καὶ ὑπὲρ τιμῆς καὶ μνήμης ἁγίων, ὡς ἂν μεσίτας ἐκεῖσε εὕροιμεν καὶ συγκοινωνοὺς τῆς δόξης Χριστοῦ. Καὶ ταῦτα μὲν διδάσκειν τοὺς προσιόντας θεοφιλῶς ἐνεργεῖν· οὐ μὴν δὲ τοὺς πνευματικοὺς Πατέρας ἐπὶ κέρδει τοῦτο ποιεῖν, τά τοῦ Θεοῦ νοσφιζομένους· ζημία γὰρ αὐτοῖς ἡ μεγίστη, καὶ λόγον ἀπαιτηθήσονται. Καὶ οἱ μὲν διδόντες ἐκεῖνο ποιοῦσι τὸ τῶν ῥιπτόντων τὰ ὑπάρχοντα παρὰ τοὺς πόδας τῶν ἀποστόλων οἱ δέ γε παρακρατοῦντες, ὅπερ σὺν τῇ Σαπφείρᾳ ὁ Ἀνανίας, καὶ χεῖρον· ἐπεὶ ἐκεῖνος ἐκ τῶν ἰδίων ἐνοσφίσατο. Οὗτος γὰρ ὁ Ἀνανίας ἐπαγγειλάμενος ἅπαν δοῦναι τὸ τοῦ κτήματος τίμημα, καὶ νοσφισάμενος ἐξ αὐτοῦ, παρὰ τοὺς πόδας τοῦ θείου τέθνηκε Πέτρου συνάμα τῇ γυναικὶ, ἱερόσυλος ἐκφανθείς, οὗ τὸ κατάκριμα οἶμαι, ὡς καὶ προέφην, λαμβάνειν εἰς ἑαυτούς, τοὺς παρακρατοῦντας τά τοῦ Θεοῦ καὶ ἐξ αὐτῶν θησαυρίζοντας. Τὴν χρείαν δέ γε μόνην λαμβάνειν ὡς κοπιῶντά τινα, οὐκ ἀπόβλητον. Καὶ Παῦλος τοῦτό φησιν, ἀπὸ τοῦ κοπιῶντος γεωργοῦ καὶ τοῦ ποιμαίνοντος ποίμνην παριστῶν ἡμῖν, εἰ καὶ αὐτὸς ἀδάπανον ἐτίθη τὸ Εὐαγγέλιον, καὶ τοὺς μισθοὺς ἐλπίζων ἐξ οὐρανοῦ οὐκ ἐχρήσατο ταύτῃ τῇ ἐξουσίᾳ. Διὸ καὶ κοπιῶν ἦν καὶ ἐργαζόμενος ταῖς χερσί. «Καὶ ταῖς χρείαις μου», φησί, «καὶ τοῖς οὖσι μετ᾿ ἐμοῦ, ὑπηρέτησαν αἱ χεῖρες αὗται». Διὸ ὁ τῶν ψυχῶν οἰκονόμος ὀφείλει σχεδὸν μηδενὸς ἅπτεσθαι τῶν προσφερομένων, εἰ δυνατόν, ἵνα μὴ ἀνάγκην ἔχῃ ἀνασπᾶν ἀλλοτρίας ἀκάνθας· εἰ δέ γε χρεία τροφῆς ἢ ἐνδύματος, μὴ τὸ περιττόν, ἀλλὰ τὸ πρὸς χρείαν μόνον ποιείτω, καὶ τὰς εὐχὰς ἀποδιδότω, καὶ τὰς θυσίας ἐκτελείτω ὑπὲρ τοῦ προσενέγκαντος τῷ Θεῷ, μεμνημένος καὶ τῶν πενήτων, καὶ ὅτι οὐκ αὐτὸς μόνον, ἀλλὰ καὶ ἕτεροι τῆς χρείας ἀνάγκην ἔχουσιν. Εἰ δὲ καὶ ἰδιώτης ὁ τὰ τῶν μετανοούντων δεχόμενος, ἀσφαλιζέσθω πλέον ὅτι διὰ τῆς ἱερωσύνης τὰ τῆς σωτηρίας τοῖς ἀνθρώποις ἐνεργεῖται, καὶ διὰ τῆς Ἱερᾶς δὲ θυσίας καὶ εὐχελαίου καὶ τῶν λοιπῶν τελετῶν ἡ ἄφεσίς τε καὶ κάθαρσις δίδοται, καὶ ἡ μεταδόσις τοῦ ἁγιασμοῦ, καὶ μᾶλλον τῆς χρείας ἔχουσι κοινωνίας ἡ μετὰ Χριστοῦ ἕνωσις. Διὸ εἰ πάθει τις οἰκείω, ἢ ὡς διαφθονούμενος ἱερεῖ, ἢ ὡς παρακερδαίνειν αὐτὸς βουλόμενος, κωλύει μὲν ἱερεῦσι διδόναι, ἢ τὴν φρικτὴν θυσίαν ἢ τά τοῦ εὐχελαίου γενέσθαι ὑπὲρ τινος, προφασίζεται δὲ τὴν ἐλεημοσύνην, καὶ τοῦτο κρεῖσσον εἶναι πάντων φησί, καὶ ἀποστερεῖ τινα τῶν πιστῶν τῆς ἀπὸ τοῦ ἁγίου ἐλαίου καὶ τῶν εὐχῶν καθάρσεως, καὶ τοῦ θείου ἀπὸ τῆς κοινωνίας ἢ ἱερουργίας ἁγιασμοῦ, αὐτὸς τὸν περὶ τούτου λόγον μᾶλλον ἀπαιτηθήσεται. Πλὴν καὶ ἕκαστον τῶν ἁμαρτημάτων τὸ οἰκεῖον ἕξει καὶ ἀνάλογον ἐπιτίμιον, καὶ οὐ πάντα δι᾿ ἑνὸς ἔσονται συγχωρούμενα· ἀλλ᾿ εἰ μὲν φόνος εἴη τὸ ἔγκλημα, μετὰ τὸν κανόνα τῆς Ἐκκλησίας καὶ αἰχμαλώτου λύτρον ὑπὲρ τοῦ ἡμαρτηκότος καὶ τοῦ τεθνηκότος εἰ περιουσίαν ὁ φονεύσας ἔχει, γινέσθω ψυχὴ ἀντὶ τῆς ψυχῆς· εἰ δέ γε ἐμβρύου ἀποβολή, δι᾿ ἀναδοχῆς καὶ ἀνατροφῆς πτωχοῦ νηπίου ἡ ἰατρεία ἔστω. Εἰ δὲ πορνεῖα ἢ μοιχεία ἢ τις ἀκαθαρσία, δι᾿ ἀποχῆς πρῶτον μὲν τοῦ πταίσματος καὶ τῆς ἁμαρτίας, ἔπειτα δὲ διὰ τῆς κατὰ δύναμιν κακοπαθείας τῆς σαρκός· ὅτι καὶ τρυφῆς καὶ σαρκὸς ἡδονῆς τὸ ἁμάρτημα. Καὶ ὡς τῇ Εὔᾳ λῦπαι ἀντὶ τῆς ἡδονῆς, καὶ τῷ Ἀδὰμ ἱδρῶτες καὶ ἄκανθαι, ὁμοίως στένωσις σαρκὸς εἰς ταπείνωσιν αὐτῆς τε καὶ ἰατρείαν ἔσται τῷ διὰ φιληδονίας πεσόντι. Εἰ δ᾿ οὐ προαίρεσις οὐδὲ ἰσχύς, δι᾿ ἐλεημοσύνης ἰατρευθήτω ἤ ἐγκρατείας ἤ λυτρώσεως αἰχμαλώτου, εἰ εὐπορία τῷ ἡμαρτηκότι ἐστὶν εἰ δὲ ἀδικίας ἔργα συνέβη, διὰ τῆς ἀποδόσεως τοῦ ληφθέντος ἔσται τῆς ἁμαρτίας ἀπαλλαγή. Ἐλεημοσύνη δὲ κατὰ τὸν Ζακχαῖον κάθαρσις ἔστω τοῦ τῆς ἀδικίας καὶ ἁρπαγῆς ἐγκλήματος. Εἰ δὲ βλασφημία ἤ ἄρνησίς τινι γέγονε, διὰ προσευχῆς συνεχοῦς, ἵνα τὴν βλασφημίαν ἐξέλῃ, καὶ δακρύων, ἵν᾿ ἐκπλυνθῇ, καὶ ἐλεημοσύνης ἵν᾿ ἐλέους ἐπιτύχῃ ἀθετήσας τὸν ποιητήν, καὶ ἐγκρατείας διὰ τὰς κρεοφαγίας καὶ τὰς ἀκαθάρτους ἄλλας τροφάς. Ἐπιορκία δὲ εἰ συμβαίη, ἤ διαβολὴ τινος πρὸς ἕτερον, ἢ προδοσία πρὸς ἄρχοντα πταίσαντος ἢ μὴ πταίσαντος, διὰ τῶν ὁμοίων τῆς βλασφημίας διορθωθήσεται ὁ πεσών, καὶ τοῦ ἀπαλλάξαι τὸν ἄνθρωπον τοῦ κακοῦ. Ἐνέχεται γὰρ τοῦτο πρῶτον ποιήσαι, εἰ δύναται, ὡς καὶ τὴν ἀδικίαν πρῶτον ἀποδοῦναι ὁ ἀδικήσας ἢ κλέψας, εἴτε τι τινος εὑρηκώς, καὶ μᾶλλον εἰ καὶ ἐντολὴ γέγονε· καὶ οὐδὲν ἔσται τὸ λῦον, εἰ μὴ ἤ τῷ ἀδικηθέντι, ἢ τῷ ἀπολέσαντι ἀποδῷ, ἢ τοῖς τέκνοις αὐτοῦ, ἢ τοῖς πένησιν ἀδελφοῖς διακρίσει πνευματικοῦ Πατρός· καὶ ἐν τοῖς λοιποῖς πᾶσι ποιεῖν, ὡς καὶ κανόνες διακελεύονται. Διο χρὴ τὸν οἰκονομοῦντα ψυχὰς τούτους εἰδέναι, καὶ κατὰ τὸν ὅρον ποιεῖν, καὶ μήτε ἀφιέναι ἀκαίρως, συμπαθῶς δῆθεν, ὅτι ἀπόλλυσι, μηθ᾿ ὑπερβαίνειν ὡς δῆθεν ἐξακριβούμενον καὶ καθαρὸν ὄντα, ἵνα μὴ παραπέμψῃ τῇ ἀπογνώσει· ἐν ἀρίστῳ δὲ μέτρῳ πάντα ποιεῖν ἄριστον δὲ τὸ τῶν ἁγίων ὅτι καὶ δι᾿ αὐτῶν εἰς ἡμᾶς ἡ δωρεά· καὶ ἔσται ἐν ἡμῖν, εἰ τὰ ἐκείνων τηρεῖν σπουδάζομεν. Ἔσται δὲ κατ᾿ αὐτοὺς καὶ συγκαταβάσεως τρόπος τοῖς προθυμίαν ἐνδεικνυμένοις καὶ μετανοοῦσι θερμῶς καὶ τοῦ κακοῦ ἀφισταμένοις, οἳ καὶ τὸν κριτὴν ἰλεοῦνται, καὶ μεταδοῦναι τούτοις καὶ ἔνδον τοῦ ὡρισμένου τοῦ ἀγαθοῦ διὰ τὸ θερμὸν καὶ τὴν μετάνοιαν ἀγαθόν. Ἁπλῶς δὲ ἐν τοῖς τῶν ζώντων ἁμαρτήμασι πᾶσιν ἡ τῶν αἰχμαλώτων ἀνάῤῥυσις προτιμότερα τῶν ἄλλων ἔργων ὅτι πρῶτον παντὸς ἔργου τὸ ψυχὴν ἐξαγαγεῖν ἀπὸ ἀσεβείας τε καὶ δουλείας· ὃ ἐστὶν ἐκ θανάτου ἐξαγαγεῖν καὶ τοῦτο καλύπτει πλῆθος ἁμαρτιῶν, ὡς γέγραπται. Ἔπειτα ἐλεημοσύνη εἰ μὴ ἱκανὸς βίος εἴη τῷ ἁμαρτήσαντι· ἐν ταύτῃ δὲ ὀρφανοῦ πρόνοια ἀπορουμένου τε καὶ πτωχοῦ, προτιμηθήσεται μᾶλλον· εἶτα ἀσθενούντων καὶ τῶν ἐν φυλακαῖς καὶ τῶν λοιπῶν ἐπιμέλεια. Τὰ τῶν λειτουργιῶν δὲ γινέσθω μετὰ τὸ στῆναι τὸν πταίσαντα τῆς ἁμαρτίας, καὶ μετανοεῑν γνησίως· εἰς κατάκριμα γὰρ ἔσται προσφερομένη μερὶς ὑπὲρ ἐνεργοῦντος τὴν ἁμαρτίαν· καὶ ὥσπερ ὁ κοινωνῶν ἀναξίως εἰς, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, φησὶν ὁ Παῦλος, οὕτω κατάκριμα ἔξει καὶ ὁ προσφέρων ἀναξίως, ἐν τῷ μὴ ἀφίστασθαι τῆς ἁμαρτίας, ἡ καὶ ἑορτὴν ποιεῖν τῷ Θεῷ ἢ τοῖς ἁγίοις αὐτοῦ. Τὸ δέ γε εὐχέλαιον ἀναγκαιότατον ὡς ἱερὰ τελετὴ καὶ τῶν ἑπτὰ μυστηρίων ὑπέρ τε ἀῤῥωστούντων, ὡς παρελάβομεν, καὶ ὑπὲρ πιστοῦ, παντὸς βουλομένου προσελθεῖν τοῖς φρικτοῖς μυστηρίοις, μᾶλλον δὲ καὶ ὑπὲρ παντὸς περιπεπτωκότος ἁμαρτήμασι, καὶ τὸν κανόνα τῆς μετανοίας τετελεκότος, καὶ πρὸς τὸ κοινωνῆσαι σπεύδοντος, ἔνδοσιν παρὰ τοῦ Πατρὸς εἰληφότος· ἀφίησι γὰρ ἡ τοῦ ἁγίου ἐλαίου ἱερὰ τελετή τε καὶ χρίσις τὰ ἁμαρτήματα, ὡς ὁ Ἀδελφόθεος γράφει· καὶ αἱ εὐχαὶ πρὸς τοῦτο συντελοῦσι τῶν ἱερέων. Τοῖς δὲ κεκοιμημένοις λυσιτελεστάτη πρὸ παντὸς ἡ ἱερουργία· τὰ δὲ λοιπὰ δεύτερα· ὅτι πέπαυται μὲν ὁ ἄνθρωπος ἀπὸ ἁμαρτίας ἀποθανών, κοινωνεῖ δὲ διὰ τῆς θυσίας Χριστῷ καὶ εὐφροσύνης θείας καὶ χάριτος ἐκπληροῦται, καὶ πάσης ἐκλυτροῦται ὀδύνης θείῳ ἐλέει. Πρὸ πάντων οὖν ὑπὲρ αὐτοῦ τὰ τῆς ἱερουργίας τελείσθω· ἔπειτα εἰ βίος ἐστὶν αὐτῷ, γινέσθω καὶ λύτρωσις αἰχμαλώτων, καὶ ἐλεημοσύναι τοῖς πένησι, καὶ οἰκοδομαὶ θείων οἴκων, καὶ λοιπὰ ἕτερα πρὸς σωτηρίαν αὐτοῦ συντείνοντα. 75. Ἐρώτηση: Ποία κρείττων ἐλεημοσύνη ἐστίν; Ἀπόκριση: Ὁ βουλόμενος ποιεῖν ἐλεημοσύνην, εἰ δύναται ὁ πάντων ὑπὲρ ἐλευθερίας, ὡς ἔφημεν, ποιείτω τῶν αἰχμαλώτων, καὶ μάλιστα νηπίων καὶ παίδων κινδυνευόντων κατὰ ψυχὴν· εἶτα ὑπέρ τε ἱερέων αἰχμαλώτων καὶ γηραιῶν καὶ λοιπῶν. Δεύτερον δὲ διδότω ἀσθενέσι λελωβημένοις τε καὶ λοιποῖς τοῖς καὶ πολλῆς βοηθείας δεομένοις. Σὺν αὐτοῖς δὲ καὶ τοῖς διὰ Θεὸν ἐναποκλείστοις τῶν μοναχῶν, ὡς οἱ Πατέρες φασίν, ἐπεὶ Θεοῦ δοῦλοι οὗτοι, καὶ ἔργον ἐνεργοῦσιν ἀγγέλων, καὶ διὰ Θεὸν εἰσιν ἐναπόκλειστοι, καὶ εἴ γε ζῶσι κατὰ Θεόν, ἐν αὐτοῖς πᾶσαι πληροῦνται αἱ ἐντολαί· ἔπειτα τοῖς ἐν φυλακῇ καὶ χήραις, καὶ λοιποῖς ἄλλοις, μὴ ἔθος ἔχουσι τῆς οἰκίας ἐξελθεῖν καὶ τελευταῖον τοῖς λοιποῖς ἅπασι πτωχοῖς. Καὶ ἡ τῶν ξένων δὲ θεραπεία καὶ μάλιστα ἐνδεῶν πολὺν παρέχεται τὸν μισθόν. Ὡς καὶ ὁ Σωτὴρ ἡμῶν ὁ καὶ κριτὴς καὶ Θεὸς ἐδίδαξεν. 76. Ἐρώτηση: Εἰ ἔχων τις νομίσματα δέκα, αἰχμάλωτος δ᾿ ἐστὶ καὶ πένητες δέκα, τίνι δώσει ἐκ τούτων; Ἀπόκριση: Εἰ δυναταί τις διὰ τῶν δέκα νομισμάτων αἰχμάλωτον ῥύσασθαι, κρεῖσσον δοῦναι ὑπὲρ αὐτοῦ ἥπερ εἰς δέκα ἢ καὶ πλείονας πτωχοὺς τοὺς διὰ τροφὴν αἰτοῦντας μόνον, εἴ γε ἐλπὶς ταύτην παρ᾿ ἄλλων εὑρεῖν. Εἰ δὲ λιμοῦ κίνδυνος καὶ θανάτου, καὶ τῷ αἰχμαλώτῳ καὶ τοῖς πτωχοῖς μεριστέον. Τὰ γὰρ τῆς βίας ἀναγκαιότερα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου